TLG 0607 001 :: Aelius THEON :: Progymnasmata Aelius THEON Rhet. Scholia: Cf. SCHOLIA IN THEONEM RHETOREM (5046) Progymnasmata Citation: Page — (line) | ||
59(1t) | ΘΕΩΝΟΣ ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ. | |
1 | Οἱ μὲν παλαιοὶ τῶν ῥητόρων, καὶ μάλιστα οἱ εὐ‐ δοκιμηκότες, οὐκ ᾤοντο δεῖν ἐφικέσθαι τρόπον τινὰ τῆς ῥητορικῆς, πρὶν ἁμωσγέπως ἅψασθαι φιλοσοφίας, καὶ τῆς ἐκεῖθεν ἐμπλησθῆναι μεγαλονοίας· νῦν δὲ οἱ πλείους | |
---|---|---|
5 | τοσοῦτον δέουσι τῶν τοιούτων λόγων ἐπαΐειν, ὥστε οὐδὲ τῶν ἐγκυκλίων καλουμένων μαθημάτων ὁτιοῦν μεταλαμβάνοντες ᾄττουσιν ἐπὶ τὸ λέγειν, καὶ τὸ πάν‐ των ἀγροικότατον, ὅτι οὐδὲ οἷς προσῆκόν ἐστιν ἐγ‐ γυμνασάμενοι, ἐπὶ τὰς δικανικὰς καὶ δημηγορικὰς ἴεν‐ | |
10 | ται ὑποθέσεις, τὸ δὴ λεγόμενον κατὰ τὴν παροιμίαν, ἐν πίθῳ τὴν κεραμείαν μανθάνοντες. περὶ μὲν οὖν τῶν ἄλλων, ἃ χρὴ μανθάνειν τὸν μέλλοντα ῥητορεύειν, ἄλ‐ λοι γραφέτωσαν, ἃ δὲ πρὸ τῆς ὑποθέσεως ἀναγκαῖόν ἐστιν εἰδέναι τε καὶ ἐπιεικῶς ἐγγυμνάζεσθαι, ταῦτα νῦν | |
15 | πειράσομαι παραδοῦναι, οὐχ ὡς οὐχὶ καὶ ἄλλων τινῶν συγγεγραφότων περὶ τούτων, ἀλλ’ οὐ μικρόν τι καὶ αὐτὸς ἐλπίζων συλλήψεσθαι τοῖς λέγειν προαιρουμένοις. οὐ γὰρ μόνον τοῖς ἤδη παραδεδομένοις γυμνάσμασιν ἕτερα ἄττα ἐπεξεύρομεν, ἀλλὰ καὶ ἑκάστου ὅρον ἐπει‐ | |
20 | ράθημεν ἀποδοῦναι, ὥστε ἐρωτηθέντα, τί ἐστιν ἕκα‐ στον αὐτῶν, ἔχειν εἰπεῖν, οἷον ὅτι μῦθός ἐστι λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν, ἔτι τε καὶ τὴν διαφορὰν αὐτῶν πρὸς ἄλληλα δεδηλώκαμεν, καὶ τὰς ἀφορμὰς τῶν εἰς ἕκαστον λόγων παραδεδώκαμεν, προσυπεδείξα‐ | |
25 | μεν δὲ καὶ ὡς ἄν τις αὐτοῖς ἐπιμελέστατα χρήσαιτο. | 59 |
60 | Ὡς δὲ καὶ παντελῶς εἰσιν ὠφέλιμα τοῖς τὴν ῥητορικὴν δύναμιν ἀναλαμβάνουσιν, οὐδὲ τοῦτο ἄδηλον. ὅ τε γὰρ καλῶς καὶ πολυτρόπως διήγησιν καὶ μῦθον ἀπαγγεί‐ λας καλῶς καὶ ἱστορίαν συνθήσει, καὶ τὸ ἰδίως ἐν ταῖς | |
5 | ὑποθέσεσι καλούμενον [ἴδιον] διήγημα (οὐδὲ γὰρ ἄλλο τί ἐστιν ἱστορία ἢ σύστημα διηγήσεως) [ὅταν] ὁ ἀνα‐ σκευάσαι ταῦτα καὶ κατασκευάσαι δυνάμενος, μὴ μικρὸν ἀπολείπηται τῶν τὰς ὑποθέσεις λεγόντων· πάντα γὰρ ὅσα ποιοῦμεν ἐν ταῖς δικανικαῖς ὑποθέσεσι, καὶ ἐν‐ | |
10 | ταῦθά ἐστι· πρῶτον μὲν προοίμιον καὶ διήγημα, ἔπειτα δὲ πρὸς ἕκαστον τῶν εἰρημένων ἐν τῷ διηγήματι ἢ τῷ μύθῳ πειρώμεθα ἀπαντᾶν, καὶ ἐφ’ ἑκάστῳ πορίζεσθαι ἔλεγχον, ἔτι δὲ καὶ φροντίζομεν, ὅπως καλῶς τάξομεν ἕκαστον τῶν ἐπιχειρημάτων, καὶ αὐξάνομεν δὲ καὶ δια‐ | |
15 | σύρομεν καὶ τἄλλα, περὶ ὧν ἐπὶ τοῦ παρόντος μακρὸν ἂν εἴη λέγειν. καὶ μὴν ἡ διὰ τῆς χρείας γυμνασία οὐ μόνον τινὰ δύναμιν λόγων ἐργάζεται, ἀλλὰ καὶ χρηστόν τι ἦθος ἐγγυμναζομένων ἡμῶν τοῖς τῶν σοφῶν ἀποφθέ‐ γμασιν. ὁ δὲ καλούμενος κοινὸς τόπος καὶ ἡ ἔκφρασις | |
20 | προφανῆ τὴν ὠφέλειαν ἔχουσι, πανταχοῦ τῶν παλαιῶν τῶν μὲν ἱστορικῶν πάντων ἐπὶ πλεῖστον τῇ ἐκφράσει, τῶν δὲ ῥητορικῶν τῷ τόπῳ κεχρημένων. καὶ ἡ προσω‐ ποποιΐα δὲ οὐ μόνον ἱστορικὸν γύμνασμά ἐστιν, ἀλλὰ καὶ ῥητορικὸν καὶ διαλογικὸν καὶ ποιητικόν, κἀν τῷ | |
25 | καθ’ ἡμέραν βίῳ, κἀν ταῖς πρὸς ἀλλήλους ὁμιλίαις πο‐ λυωφελέστατον, καὶ πρὸς τὰς ἐντεύξεις τῶν συγγραμ‐ μάτων χρησιμώτατον. διὰ τοῦτο πρῶτον μὲν Ὅμηρον ἐπαινοῦμεν, ὅτι οἰκείους λόγους περιτέθεικεν ἑκάστῳ τῶν εἰσαγομένων προσώπων, τὸν δὲ Εὐριπίδην κατα‐ | |
30 | μεμφόμεθα, ὅτι παρὰ καιρὸν αὐτῷ Ἑκάβη φιλοσοφεῖ. ἀλλὰ μὴν καὶ τὸ τῆς συγκρίσεως γύμνασμα καὶ ἐν τοῖς | |
δικανικοῖς λόγοις ἐστὶ χρήσιμον, συγκρινόντων ἡμῶν | 60 | |
61 | ἤτοι τὰ ἀδικήματα τοῖς ἀδικήμασιν, ἢ τὰ εὐεργετήματα τοῖς εὐεργετήμασιν, ὁμοίως δὲ καὶ ἐν τοῖς ἐγκωμίοις ἀν‐ τιπαραβαλλόντων ἡμῶν τὰς εὐπραγίας· ἐν δὲ ταῖς συμ‐ βουλαῖς καὶ πάνυ ἔκδηλος ἡ ὠφέλεια. περὶ γὰρ τὸ αἱρε‐ | |
5 | τώτερόν εἰσιν οἱ τῶν συμβουλευόντων λόγοι. περὶ δὲ τῆς θέσεως τί ἄν τις λέγοι; οὐδὲν γὰρ ἄλλο τῆς ὑποθέ‐ σεως διαφέρει, πλὴν ὅτι προσώπων ὡρισμένων καὶ τόπου καὶ χρόνου καὶ τρόπου καὶ αἰτίας ἐστὶν ἀπαρέμ‐ φατον, οἷον θέσις μὲν εἰ προσήκει πολιορκουμένοις | |
10 | στράτευμα πέμπειν εἰς τὴν ὑπερορίαν, ὑπόθεσις δὲ εἰ Ἀθηναίοις προσήκει πολιορκουμένοις ὑπὸ Πελοποννη‐ σίων εἰς Σικελίαν στράτευμα πέμπειν. ὁμοίως δὲ καὶ ἡ τῶν νόμων κατηγορία καὶ ἡ ἀπολογία οὐκ ἐλάχιστον μέρος τῆς ὑποθέσεως ἐστιν. οἱ γοῦν κάλλιστοι τῶν Δη‐ | |
15 | μοσθενικῶν λόγων εἰσίν, ἐν οἷς περὶ νόμου [τὶ] ἢ ψη‐ φίσματος ἀμφισβητεῖται, λέγω δὲ τόν τε περὶ στεφάνου καὶ τὸν κατὰ Ἀνδροτίωνος καὶ Τιμοκράτους καὶ πρὸς Λεπτίνην καὶ κατὰ Ἀριστοκράτους· ὀλίγον γὰρ διή‐ νεγκεν, εἰ μὴ νόμον ἀλλὰ ψήφισμα ὁ Ἀριστοκράτης | |
20 | ἔγραψε. τὸ δὲ ἐγκώμιον οὐδὲ αὐτὸς μὲν ἀγνοῶ, ὅτι εἶ‐ δός ἐστιν ὑποθέσεως· τῆς γὰρ ὑποθέσεως εἴδη τρία, ἐγκωμιαστικόν, ὅπερ ἐκάλουν ἐπιδεικτικὸν οἱ περὶ τὸν Ἀριστοτέλην, δικανικόν, συμβουλευτικόν· ἀλλ’ ἐπεὶ καὶ τοῖς νεωτέροις προβάλλειν πολλάκις εἰώθαμεν ἐγκώ‐ | |
25 | μια γράφειν, διὰ τοῦτο ἐν τοῖς προγυμνάσμασιν αὐτὸ ἔταξα, καὶ ἅμα τὴν μὲν ἀκριβῆ τούτου τεχνολογίαν ὑπερεθέμην εἰς τὴν προσήκουσαν χώραν, νῦν δὲ ἁπλου‐ στέραν πεποίημαι τὴν διδασκαλίαν. ἡ δὲ ἀνάγνωσις, ὡς τῶν πρεσβυτέρων τις ἔφη, Ἀπολλώνιος δοκεῖ μοι ὁ Ῥό‐ | |
30 | διος, τροφὴ λέξεώς ἐστι· τυπούμενοι γὰρ τὴν ψυχὴν ἀπὸ καλῶν παραδειγμάτων κάλλιστα καὶ μιμησόμεθα· | |
τὴν δὲ ἀκρόασιν τίς οὐκ ἂν ἀσμενίσειε, τὰ μετὰ πόνων | 61 | |
62 | τοῖς ἄλλοις εἰργασμένα ἑτοίμως λαμβάνων; ἀλλ’ ὥσπερ τοῖς ζωγραφεῖν βουλομένοις οὐδὲν ὄφελος κατανοεῖν τά τε Ἀπελλοῦ καὶ Πρωτογένους καὶ Ἀντιφίλου ἔργα, ἐὰν μὴ καὶ αὐτοὶ γράφειν ἐπιχειρῶσιν, οὕτω καὶ τοῖς ῥητο‐ | |
5 | ρεύειν μέλλουσιν οὔτε τῶν πρεσβυτέρων οἱ λόγοι, οὔτε τῶν διανοημάτων τὸ πλῆθος, οὔτε τὸ περὶ τὴν λέξιν καθαρόν, οὔτε σύνθεσις ἡρμοσμένη, οὔτε ἀκρόασις ἀστεία, οὔτε ὅλως τῶν ἐν τῇ ῥητορικῇ καλῶν οὐδέν ἐστι χρήσιμον, ἐὰν μὴ καὶ αὐτὸς ἕκαστος ταῖς καθ’ ἑκάστην | |
10 | ἡμέραν γραφαῖς ἐγγυμνάζηται. ἡ δὲ παράφρασις οὐχ ὥς τισιν εἴρηται ἢ ἔδοξεν, ἄχρηστός ἐστι· τὸ γὰρ καλῶς εἰπεῖν, φασιν, ἅπαξ περιγίνεται, δὶς δὲ οὐκ ἐνδέχεται· οὗτοι δὲ σφόδρα τοῦ ὀρθοῦ διημαρτήκασι. τῆς γὰρ δια‐ νοίας ὑφ’ ἑνὶ πράγματι μὴ καθ’ ἕνα τρόπον κινουμένης, | |
15 | ὥστε τὴν προσπεσοῦσαν αὐτῇ φαντασίαν ὁμοίως προ‐ ενέγκασθαι, ἀλλὰ κατὰ πλείους, καὶ ποτὲ μὲν ἀποφαι‐ νομένων ἡμῶν, ποτὲ δὲ ἐρωτώντων, ποτὲ δὲ πυνθα‐ νομένων, ποτὲ δὲ εὐχομένων, ποτὲ δὲ κατ’ ἄλλον τινὰ τρόπον τὸ νοηθὲν ἐκφερόντων, οὐδὲν κωλύει κατὰ | |
20 | πάντας τοὺς τρόπους τὸ φαντασθὲν ἐπίσης καλῶς ἐξ‐ ενεγκεῖν. μαρτύρια δὲ τούτου καὶ παρὰ ποιηταῖς καὶ ἱστορικοῖς, καὶ ἁπλῶς πάντες οἱ παλαιοὶ φαίνονται τῇ παραφράσει ἄριστα κεχρημένοι, οὐ μόνον τὰ ἑαυτῶν ἀλλὰ καὶ τὰ ἀλλήλων μεταπλάσσοντες. Ὅμηρον μετα‐ | |
25 | φράζων, ὅτε φησί, τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε, ὁ Ἀρχίλοχος, τοῖος ἀνθρώποισι θυμὸς Γλαῦκε Λεπτίνεω πάϊ, | |
30 | γίγνεται θνητοῖς, ὁκοῖον Ζεὺς ἐφ’ ἡμέρην ἄγει. καὶ πάλιν Ὅμηρος ἅλωσιν πόλεως τοῦτον τὸν τρόπον | |
εἴρηκεν, | 62 | |
63 | ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τ’ ἄλλοι ἄγουσι, βαθυζώνους τε γυναῖκας. ὁ δὲ Δημοσθένης οὕτως, ὅτε γοῦν ἐπορευόμεθα εἰς Δελφούς, ἐξ ἀνάγκης ὁρᾶν ἦν ταῦτα πάντα, | |
5 | οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα, καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς. ὁ δὲ Αἰσχίνης οὕτως, ἀλλὰ ταῖς γε δια‐ νοίαις ἀποβλέψατε αὐτῶν εἰς τὰς συμφοράς, | |
10 | καὶ νομίσατε ὁρᾶν ἁλισκομένην τὴν πόλιν, τειχῶν κατασκαφάς, ἐμπρήσεις οἴκων, ἱερὰ συλώμενα, ἀγομένας γυναῖκας καὶ παῖδας εἰς δουλείαν, πρεσβύτας ἀνθρώπους, πρεσβύ‐ τιδας γυναῖκας, ὀψὲ μεταμανθάνοντας τὴν | |
15 | ἐλευθερίαν. ἔτι δὲ ὁ μὲν Θουκυδίδης φησί· φθό‐ νος γὰρ τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλον, τὸ δὲ μὴ ἐμποδὼν ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμη‐ ται. ὁ δὲ Θεόπομπος· ἐπίσταμαι γάρ, ὅτι τοὺς μὲν ζῶντας πολλοὶ μετὰ δυσμενείας ἐξετά‐ | |
20 | ζουσι, τοῖς δὲ τετελευτηκόσι διὰ τὸ πλῆθος τῶν ἐτῶν ἐπανιᾶσι τοὺς φθόνους. ὁ δὲ Δη‐ μοσθένης οὕτω· τίς γὰρ οὐκ οἶδε τῶν πάντων, ὅτι τοῖς μὲν ζῶσιν ἅπασιν ὕπεστί τις ἢ πλείων ἢ ἐλάττων φθόνος, τοὺς τεθνεῶτας δὲ οὐδὲ | |
25 | τῶν ἐχθρῶν τις μισεῖ; καὶ μέντοι γε ὁ Φίλιστος τὸν Ἀττικὸν ὅλον πόλεμον ἐν τοῖς Σικελικοῖς ἐκ τῶν Θουκυδίδου μετενήνοχε, καὶ Δημοσθένης εἰς τὸν κατὰ Μειδίου τά τε Λυσίου καὶ Λυκούργου ἐκ τῶν τῆς ὕβρεως λόγων, καὶ τὰ Ἰσαίου ἐκ τῶν κατὰ Διοκλέους ὕβρεως. | |
30 | εὕροις δ’ ἂν καὶ παρὰ Ἰσοκράτει ἐν τῷ πανηγυρικῷ τὰ ἐν τῷ Λυσίου ἐπιταφίῳ καὶ τῷ Ὀλυμπικῷ. ἀλλὰ μὴν καὶ | |
αὐτὸς ὁ Δημοσθένης πολλάκις ἑαυτὸν παραφράζει, οὐ | 63 | |
64 | μόνον τὰ ἐν ἄλλοις λόγοις αὑτῷ εἰρημένα ἀλλαχόσε με‐ ταφέρων, ἀλλὰ καὶ ἐν ἑνὶ λόγῳ πολλάκις φαίνεται ταὐτὰ μυριάκις εἰρηκώς, τῇ δὲ τῆς ἑρμηνείας ποικιλίᾳ λανθά‐ νει τοὺς ἀκούοντας. ἐν μέν γε τῷ κατὰ Μειδίου φησί· | |
5 | τίς γὰρ ἡμῶν οὐκ οἶδε τοῦ μὲν πολλὰ τοιαῦτα γενέσθαι τὸ μὴ κολάζεσθαι τοὺς ἐξαμαρτά‐ νοντας αἴτιον ὄν, τοῦ δὲ μηδένα ὑβρίζειν τὸ λοιπὸν τὸ δίκην τὸν ἀεὶ ληφθέντα, ἣν προσή‐ κει, διδόναι, μόνον αἴτιον γενόμενον; ἐν δὲ | |
10 | τῷ κατὰ Ἀριστοκράτους (τὸ δὲ αὐτὸ καὶ κατὰ Ἀνδρο‐ τίωνος) οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νό‐ μους ἐπράχθη, σὺ δὲ τοῦτο ἐμιμήσω, διὰ τοῦτο ἀποφύγοις ἂν δικαίως, ἀλλὰ τοὐναν‐ τίον, πολὺ μᾶλλον ἁλίσκεσθαι διὰ ταῦτα· | |
15 | ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδ’ οὐκ ἂν ἔγραψας, οὕτως ἂν σὺ δίκην δῷς, ἄλλος οὐ γράψει. ἐν δὲ τοῖς Φιλιππικοῖς τὰ αὐτὰ πράγματα ἄνω καὶ κάτω λέγων διατετέλεκε, καὶ ἐν τῷ πρὸς Λεπτί‐ νην, ὅτι μὴ δεῖ τοὺς εὖ ποιήσαντας ἀφελέσθαι τὰ | |
20 | δοθέντα, οὐδ’ ὀλιγάκις εἴρηκεν· ἐν δὲ τῷ ὑπὲρ τοῦ στεφάνου, ὅτι οὐκ ἐπὶ τῷ τέλει τῶν πεπραγμένων κατη‐ γορεῖν δίκαιον ἦν, ἀλλὰ καθ’ ἕκαστον τῶν πολιτευ‐ μάτων ἐλέγχειν, παρ’ ὅλον τὸν λόγον παρέσπαρται· τὰ δὲ περὶ τῆς λύσεως τῶν αἰχμαλώτων, τίς οὐκ οἶδεν ἐν | |
25 | τῷ περὶ τῆς παραπρεσβείας διατεθρυλημένα; καὶ μὴν καὶ τὸ τῆς ἐξεργασίας εἶδος, πολλαχοῦ τε ἄλλοθεν ὠφέ‐ λιμον, μάλιστα δὲ ἐν ταῖς δευτερολογίαις· ἡ δὲ ἀντίῤῥη‐ σις ἐν ταῖς ἀντιγραφαῖς. Τὴν δὲ τάξιν τῶν γυμνασμάτων αὐτῶν οὕτω ποιησό‐ | |
30 | μεθα· πρῶτον μὲν ἀπὸ τῆς χρείας· βραχύ τε γὰρ τοῦτο καὶ εὐμνημόνευτον, ἔπειτα δὲ τοῦ μύθου καὶ τῆς διη‐ | |
γήσεως, πλὴν τῆς τούτων ἀνασκευῆς τε καὶ κατασκευῆς· | 64 | |
65 | ταῦτα γὰρ τῶν ἄλλων ὕστερα ἔοικέ πως εἶναι· ὡμολό‐ γηται γὰρ παρὰ πᾶσιν, ὅτι τοῦ ῥήτορος ἔργον ἐστὶ τό τε ἀποδεῖξαι τὰ ἀμφισβητούμενα καὶ τὸ αὐξῆσαι τὰ ἀπο‐ δεδειγμένα· προτερεῖ μὲν οὖν τῇ φύσει καὶ τῇ χρήσει ὁ | |
5 | ἀποδεικτικὸς λόγος, ἕπεται δὲ ὁ αὐξητικός· πρότερον γὰρ δεῖ τινα ὡς προδότην ἐλέγξαι, εἶτα ὡς ἐπὶ μεγάλῳ ἀδικήματι τῇ προδοσίᾳ τοὺς ἀκούοντας παροξῦναι. οὐ μὴν ὥσπερ τῇ φύσει προτερεῖν τὴν ἀπόδειξιν ἔφαμεν τῆς αὐξήσεως, οὕτω καὶ τὴν γυμνασίαν ἔχειν συμβέβη‐ | |
10 | κεν, ἀλλὰ καὶ πᾶν τοὐναντίον· πρότερα γὰρ τὰ ῥᾴονα τῶν δυσχερεστέρων· ῥᾷον δὲ αὐξῆσαι τὸ φανερὸν ἢ τὸ ἀφανὲς ἀποδεῖξαι, διόπερ αὐτοὶ ἀρχόμενοι ἐξ ἰδίας δυ‐ νάμεως ἐγχειρεῖν καὶ ἀνασκευάζειν ἢ κατασκευάζειν ἀρ‐ ξόμεθα ἀπὸ τοῦ τόπου, εἶτα τῆς ἐκφράσεως, ἑξῆς δὲ | |
15 | τῆς προσωποποιΐας, εἶτα ἐν τοῖς ἐγκωμίοις γυμνασό‐ μεθα, εἶτα ἐν ταῖς συγκρίσεσι· ταῦτα γάρ ἐστι τὰ ὁμο‐ λογούμενα καὶ μηδεμίαν ἀντιλογίαν ἔχοντα· μετὰ δὲ ταῦτα καὶ πρὸς τοῖς ἀμφισβητουμένοις γυμνάσμασι τὴν ἄσκησιν ποιησόμεθα. ἔστι δὲ πρῶτον αὐτῶν ἡ τῶν | |
20 | χρειῶν ἀνασκευή, εἶτα τῶν Αἰσωπείων λόγων καὶ τῶν ἱστορικῶν καὶ μυθικῶν διηγήσεων, εἶτα ἡ τῶν θέσεων, καὶ ἑξῆς ἡ τῶν νόμων· τῇ δὲ ἀναγνώσει καὶ τῇ ἀκροάσει καὶ τῇ παραφράσει χρησόμεθα ἀπ’ ἀρχῆς, τῇ δὲ ἐξερ‐ γασίᾳ καὶ πολλῷ μᾶλλον τῇ ἀντιῤῥήσει, ὅταν ἕξιν τινὰ | |
25 | περιποιησώμεθα. | |
26t | ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΝΕΩΝ ΑΓΩΓΗΣ, | |
27t | ἐν ᾧ καὶ περὶ τῆς παρὰ τοῖς παλαιοῖς χρήσεως τῶν | |
28t | προγυμνασμάτων. | |
29 | Πρῶτον μὲν ἁπάντων χρὴ τὸν διδάσκαλον ἑκάστου | |
30 | γυμνάσματος εὖ ἔχοντα παραδείγματα ἐκ τῶν παλαιῶν | 65 |
66 | συγγραμμάτων ἀναλεγόμενον προστάττειν τοῖς νέοις ἐκ‐ μανθάνειν, οἷον χρείας μὲν ὁποία ἐστὶν ἡ παρὰ Πλά‐ τωνι ἐν τῷ πρώτῳ τῆς πολιτείας, Σοφοκλεῖ ποτε τῷ ποιητῇ προσελθών τις, πῶς ἔφη, Σοφό‐ | |
5 | κλεις, ἔχεις πρὸς τὰ ἀφροδίσια; ἔτι οἷός τε εἶ γυναιξὶ συγγίνεσθαι; καὶ ὅς, εὐφήμει, ἔφη, ὦ ἄνθρωπε· ἀσμενέστατα μέντοι αὐτὰ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποδράς. μύθου δὲ ὁποῖός ἐστι παρὰ | |
10 | Ἡροδότῳ τοῦ αὐλητοῦ, καὶ παρὰ Φιλίστῳ τοῦ ἵππου καὶ τῶν ἐν ἑκατέρῳ ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ, καὶ ἐν τῇ εἰκοστῇ Θεοπόμπου τῶν Φιλιππικῶν ὁ τοῦ πολέμου καὶ τῆς ὕβρεως, ὃν ὁ Φίλιππος διεξέρχεται πρὸς τοὺς αὐτοκράτορας τῶν Χαλκιδέων, καὶ Ξενοφῶν‐ | |
15 | τος ἐν τῷ δευτέρῳ τῶν ἀπομνημονευμάτων ὁ τοῦ κυ‐ νὸς καὶ τῶν προβάτων. διηγήσεως δὲ παραδείγματα ἂν εἴη κάλλιστα τῶν μὲν μυθικῶν ἡ Πλάτωνος ἐν τῷ δευτέρῳ τῆς πολιτείας περὶ τοῦ δακτυλίου τοῦ Γύ‐ γου, καὶ ἐν τῷ συμποσίῳ περὶ τῆς γενέσεως τοῦ ἔρωτος, | |
20 | περὶ δὲ τῶν ἐν Ἅιδου ἐν τῷ Φαίδωνι καὶ τῷ δεκάτῳ τῆς πολιτείας, καὶ παρὰ Θεοπόμπῳ ἐν τῇ ὀγδόῃ τῶν Φιλιππικῶν ἡ τοῦ Σειληνοῦ· τῶν δὲ πραγματικῶν ἡ περὶ Κύλωνος παρ’ Ἡροδότῳ καὶ Θουκυδίδῃ, καὶ περὶ Ἀμφιλόχου τοῦ Ἀμφιάρεω ἐν τῇ τρίτῃ Θουκυδίδου, καὶ | |
25 | τὰ περὶ Κλέοβιν καὶ Βίτωνα ἐκ τῆς πρώτης Ἡροδότου· ἔχουσι δὲ καὶ περὶ Δαιδάλου τῆς ἀφίξεως πρὸς Κώκαλον τὸν Σικανῶν βασιλέα Ἔφορος μὲν ἐν τῇ ἑβδόμῃ, Φί‐ λιστος δὲ ἐν τῇ πρώτῃ. εὕροις δ’ ἂν καὶ ἐν τῷ περὶ τῆς παραπρεσβείας Δημοσθένους ἰσχνὸν καὶ γλαφυρὸν διή‐ | |
30 | γημα περὶ τῶν ἀγομένων Ὀλυμπίων ὑπὸ Φιλίππου μετὰ τὴν Ὀλύνθου ἅλωσιν. ἔχομεν δὲ καὶ ἀνασκευὰς καὶ κα‐ | |
τασκευὰς παρὰ τοῖς παλαιοῖς χρειῶν καὶ γνωμῶν καὶ | 66 | |
67 | ἀποφάσεων καὶ τοιούτων. καὶ δὴ ἁρμόττοι ἂν εἰς τοῦτο τὸ εἶδος, ὅσα λέγεται ὑπὸ τοῦ Ἐφόρου ἐν τῇ ἑνδεκάτῃ τῶν ἱστοριῶν πρὸς τὰς ὑπὸ τῶν παλαιοτέρων περὶ τοῦ Νείλου καταβεβλημένας ἀποφάσεις· διηγημάτων μὲν | |
5 | μυθικῶν ἐν τῇ δευτέρᾳ Ἡροδότου τούτων πέρι, ὧν Ἕλληνες μυθεύουσιν, ὡς Αἰγύπτιοι μὲν Ἡρακλέα ἐπι‐ δημήσαντα θύειν ἐπεχείρουν τῷ Διΐ, ὁ δὲ πολλὰς μυ‐ ριάδας αὐτῶν κατεφόνευσε· καὶ παρὰ Ἐφόρῳ ἐν τῇ πρώτῃ τὸ περὶ τῶν πεντήκοντα Θεσπίου θυγατέρων, αἷς | |
10 | ἁπάσαις παρθένοις οὔσαις φασὶν ἅμα μιγῆναι τὸν Ἡρα‐ κλέα· καὶ περὶ τοῦ Ἀριστοδήμου, ὡς ἐτελεύτησε κεραυ‐ νόβλητος γενόμενος· τῶν δὲ πραγματικῶν διηγήσεων ἔστι μέν τινα καὶ παρὰ Ἡροδότου λαβεῖν, ὡς τὰ ἐκ τῆς τετάρτης περὶ τοῦ διαιρεῖσθαι τὴν ὅλην γῆν εἰς τρία | |
15 | μέρη, καὶ καλεῖσθαι τὸ μὲν Εὐρώπην, τὸ δὲ Λιβύην, τὸ δὲ Ἀσίαν· καὶ παρὰ Θουκυδίδου ἐκ τῆς πρώτης τὰ περὶ τῆς ἀναιρέσεως Ἱππάρχου ὑπὸ τῶν περὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα· πλείω δὲ ἔχομεν καὶ παρ’ ἄλλων ἱστορικῶν λαβεῖν, παρὰ μὲν Ἐφόρου ἐκ τῆς πρώτης τὰ | |
20 | περὶ τὴν διαίρεσιν τῆς Πελοποννήσου κατὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον, παρὰ δὲ Θεοπόμπου ἐκ τῆς πέμ‐ πτης καὶ εἰκοστῆς τῶν Φιλιππικῶν, ὅτι Ἑλληνικὸς ὅρ‐ κος καταψεύδεται, ὃν Ἀθηναῖοί φασιν ὀμόσαι τοὺς Ἕλληνας πρὸ τῆς μάχης τῆς ἐν Πλαταιαῖς πρὸς τοὺς βαρ‐ | |
25 | βάρους, καὶ αἱ πρὸς βασιλέα [Δαρεῖον] Ἀθηναίων [πρὸς Ἕλληνας] συνθῆκαι· ἔτι δὲ καὶ τὴν ἐν Μαραθῶνι μάχην οὐχ ἅμα πάντες ὑμνοῦσι γεγενημένην, καὶ ὅσα ἄλλα, φησίν, ἡ Ἀθηναίων πόλις ἀλαζονεύεται καὶ παρακρούεται τοὺς Ἕλληνας. ὁμοίως καὶ τὸν | |
30 | καλούμενον τόπον παρὰ τοῖς παλαιοῖς ἐστιν εὑρεῖν, καθάπερ τὸ Δημοσθενικὸν ἐν τῷ ὑπὲρ τοῦ στεφάνου· | |
παρὰ γὰρ τοῖς Ἕλλησιν, οὐ τισὶν ἀλλὰ πᾶ‐ | 67 | |
68 | σιν ὁμοίως, φορὰν προδοτῶν καὶ δωροδό‐ κων καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη γε‐ νέσθαι τοσαύτην, καὶ τὰ ἑξῆς· ἔτι δὲ καὶ Λυκούρ‐ γου κατὰ μοιχοῦ ἐν τῷ κατὰ Λυκόφρονος, καὶ Ὑπερίδου | |
5 | κατὰ τῶν ἑταιρῶν ἐν τῷ κατὰ Ἀρισταγόρας· ὁμοίως καὶ τοὺς ἄλλους ἐν τῷ περὶ τόπων ἐκθησόμεθα. πολλὰ δὲ καὶ ἐκπέφρασται παρὰ τοῖς παλαιοῖς, ὥσπερ καὶ παρὰ Θουκυδίδῃ ἐν τῇ δευτέρᾳ ὁ λοιμός, καὶ ἐν τῇ τρίτῃ ὁ περιτειχισμὸς τῶν Πλαταιῶν, καὶ ἄλλοθι ναυμαχία καὶ | |
10 | ἱππομαχία· καὶ παρὰ Πλάτωνι ἐν τῷ Τιμαίῳ [ὡς] τὰ περὶ τὴν Σάϊν· καὶ παρὰ Ἡροδότῳ ἐν τῇ δευτέρᾳ τὰ ἑπτὰ τείχη τὰ ἐν Ἐκβατάνοις· ἔχομεν δὲ καὶ ἐν τῇ ἐνάτῃ τῶν Φιλιππικῶν Θεοπόμπου τὰ ἐν Θετταλίᾳ Τέμπη, ἅ ἐστι μὲν μεταξὺ δύο ὀρῶν μεγάλων τῆς τε Ὄσσης καὶ | |
15 | τοῦ Ὀλύμπου, ῥεῖ δὲ δι’ αὐτῶν μέσος ὁ Πηνειός, εἰς ὃν ἅπαντες οἱ κατὰ τὴν Θετταλίαν ποταμοὶ συῤῥέουσι· καὶ παρὰ Φιλίστῳ ἐν μὲν τῇ ὀγδόῃ τὰ περὶ τὴν παρα‐ σκευὴν τὴν ἐπὶ Καρχηδονίους Διονυσίου τοῦ τυράννου καὶ τῶν ὅπλων καὶ τῶν νεῶν καὶ τῶν ὀργάνων τὴν ποίη‐ | |
20 | σιν, ἐν δὲ τῇ ιαʹ τὰ περὶ τὴν ἐκφορὰν αὐτοῦ καὶ τῆς πυρᾶς τὴν ποικιλίαν. προσωποποιΐας δὲ τί ἂν εἴη παρά‐ δειγμα κάλλιον τῆς Ὁμήρου ποιήσεως καὶ τῶν Πλάτω‐ νος καὶ τῶν ἄλλων τῶν Σωκρατικῶν διαλόγων καὶ τῶν Μενάνδρου δραμάτων; ἔχομεν δὲ καὶ Ἰσοκράτους μὲν | |
25 | τὰ ἐγκώμια, Πλάτωνος δὲ καὶ Θουκυδίδου καὶ Ὑπερί‐ δου καὶ Λυσίου τοὺς ἐπιταφίους, καὶ Θεοπόμπου τοῦ Φιλίππου ἐγκώμιον καὶ Ἀλεξάνδρου, καὶ Ξενοφῶντος τὸν Ἀγησίλαον. εἰσὶ δὲ καὶ συγκρίσεις παρὰ τοῖς πα‐ λαιοῖς παρά τε Δημοσθένει ἐν τῷ πρὸς Λεπτίνην, ὁπότε | |
30 | βούλεται προκρίνειν Κόνωνα Θεμιστοκλέους, εὕροις δ’ ἂν καὶ παρὰ Ξενοφῶντι ἐν τῷ συμποσίῳ Σωκράτη Καλ‐ | |
λίᾳ μαρτυροῦντα, ὡς πολὺ κρείττων ἐστὶν ὁ τῆς ψυχῆς | 68 | |
69 | ἢ τοῦ σώματος ἔρως. παραδείγματα δὲ τῆς τῶν θέσεων γυμνασίας λαβεῖν ἐστι παρά τε Ἀριστοτέλους καὶ Θεο‐ φράστου· πολλὰ γάρ ἐστιν αὐτῶν βιβλία θέσεων ἐπι‐ γραφόμενα. ἤδη δέ τινα καὶ παρὰ ῥήτορσιν εἴρηται | |
5 | θετικὰ κεφάλαια, καὶ δὴ καὶ ὅλοι λόγοι νομίζοιντ’ ἂν σχεδὸν εἶναι θέσεως, ὡς ὅ τε περὶ τῶν ἀνακαλυπτηρίων ἐπιγραφόμενος Λυσίου καὶ ὁ περὶ τῆς ἀμβλώσεως· ἐν μὲν γὰρ θατέρῳ ζητεῖται, εἰ τὰ δοθέντα ἀνακαλυπτήρια γυναικὶ γαμουμένῃ βεβαίως ἔχειν αὐτὴν δεῖ, ἐν θατέρῳ | |
10 | δὲ εἰ τὸ ἔτι ἐγκυούμενον ἄνθρωπός ἐστι, καὶ εἰ ἀνεύ‐ θυνα τὰ τῶν ἀμβλώσεων ταῖς γυναιξί, Λυσίου μὲν οὔ φασιν εἶναι τούτους τοὺς λόγους, ὅμως δὲ οὐκ ἀχάρι‐ στον τοῖς νέοις γυμνασίας ἕνεκα καὶ τούτοις ἐντυγχά‐ νειν. ἔστι δὲ καὶ ἐν ἑκάστῳ λόγῳ εὑρεῖν θετικὸν κεφά‐ | |
15 | λαιον, οἷον ἐν τῷ Δημοσθένους κατὰ Ὀνήτορος ἐξούλης, εἰ ἀληθεῖς αἱ βάσανοι, καὶ ἐν τῷ παρὰ Αἰσχίνῃ κατὰ Τιμάρχου, εἰ ἀληθεῖς αἱ φῆμαι, καὶ ἄλλα ἄλλοθεν. εὐ‐ πορήσομεν δὲ καὶ νόμων ἀνασκευῆς πολλαχοῦ μὲν παρὰ πλείστοις τῶν ῥητόρων, ἐντελέστατα δὲ παρὰ Δημοσθέ‐ | |
20 | νει ἔν τε τῷ κατὰ Τιμοκράτους καὶ Ἀριστοκράτους καὶ πρὸς Λεπτίνην, κατασκευῶν δὲ παρά τε ἄλλοις καὶ παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Διοκλέα ὑπὲρ τοῦ κατὰ τῶν ῥητόρων νόμου. καὶ γὰρ εἰ μὴ πάσαις κέχρηνται οἱ πα‐ λαιοὶ ταῖς ὑφ’ ἡμῶν παραδεδομέναις ἀφορμαῖς τῷ μὴ | |
25 | πρὸς γυμνασίαν ἀλλὰ πρὸς ἀγῶνας τοὺς λόγους πεποιῆ‐ σθαι, ἀλλ’ ὅμως τήν γε ὅλην διάθεσιν ἐμφαίνουσι τῶν τοιούτων λόγων. ὅτι δὲ οὐδὲ τῆς παραφράσεως ἠμέλουν οἱ παλαιοί, δῆλον ἐκ τῶν μικρὸν ἔμπροσθεν εἰρημένων. πολλὰ δέ ἐστι καὶ ἐξειργασμένα μᾶλλον παρὰ ἑτέροις | |
30 | αὐτῶν· τὸ γοῦν Κυλώνειον ἄγος μᾶλλον [δὲ] Ἡροδότου καὶ Εὔφρονος ἐξείργασται Θουκυδίδῃ, καὶ Δημοσθένης | |
δὲ μᾶλλον Ὑπερίδου τὴν γεγενημένην Ἀθηναίοις ταρα‐ | 69 | |
70 | χήν, ὅτε ἧκεν ἑσπέρας ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις, ὡς ἡ Ἐλάτεια κατείληπται. ἔστι δὲ καὶ ἱστορίας καὶ ὅλους λόγους ἀλλήλοις ἀντιπαραβάλ‐ λειν σκοποῦντα τὸ ἄμεινον ἐξειργασμένον, οἷον Δημο‐ | |
5 | σθένους μὲν πρὸς τοὺς Ὑπερίδου, Θεοπόμπου δὲ τὰς Ἑλληνικὰς ἱστορίας πρὸς τὰς Ξενοφῶντος. τὴν δὲ ἀν‐ τίῤῥησίν ἐστιν εὑρεῖν μάλιστα ἐν τοῖς λόγοις, ἐν οἷς ὁ μὲν κατηγορεῖ, ὁ δὲ ἀπολογεῖται περὶ τῶν κατηγορου‐ μένων, οἷον ἐν τῷ Αἰσχίνου κατὰ Κτησιφῶντος, καὶ | |
10 | Δημοσθένους ὑπὲρ τοῦ στεφάνου, καὶ ἔτι ἐν τῷ ἑκατέ‐ ρου περὶ τῆς παραπρεσβείας. εὕροις δ’ ἂν καὶ ἐν ἱστο‐ ρίαις παρὰ Θουκυδίδῃ, ἐν μὲν τῇ πρώτῃ Κορινθίων ἐστὶν ἀντιλογία πρὸς Κερκυραίους, ἐν δὲ τῇ τρίτῃ Διο‐ δότου καὶ Κλέωνος· παρὰ δὲ Πλάτωνι καὶ τὴν ἐξεργα‐ | |
15 | σίαν καὶ τὴν ἀντίῤῥησιν ἐπὶ τῶν πραγμάτων ἐστὶν ἰδεῖν· ἐν μέν γε τῷ Φαίδρῳ εἰς τὴν αὐτὴν ὑπόθεσιν τῷ Λυσίᾳ εἰπὼν ἑξῆς ἀμφοτέροις τοῖς λόγοις ἀντιλέγει, τῷ τε αὑ‐ τοῦ καὶ τῷ Λυσίου, ἐν δὲ τῇ πολιτείᾳ καταρχὰς διὰ τῶν περὶ τὸν Γλαύκωνα καὶ Ἀδείμαντον συναγορεύσας τῷ | |
20 | Θρασυμάχῳ περὶ τῆς δικαιοσύνης, μετὰ ταῦτα εὐθὺς ἀπολογεῖται πρὸς πᾶσαν τὴν κατηγορίαν. ταῦτα μὲν οὖν παρεθέμην, οὐ νομίζων μὲν ἅπαντα εἶναι πᾶσιν ἀρχο‐ μένοις ἐπιτήδεια, ἀλλ’ ἵνα ἡμεῖς εἰδῶμεν, ὅτι πάνυ ἐστὶν ἀναγκαῖον ἡ τῶν γυμνασμάτων ἄσκησις οὐ μόνον | |
25 | τοῖς μέλλουσι ῥητορεύειν, ἀλλὰ καὶ εἴ τις ἢ ποιητῶν ἢ λογοποιῶν ἢ ἄλλων τινῶν λόγων δύναμιν ἐθέλει με‐ ταχειρίζεσθαι. ἔστι γὰρ ταῦτα οἱονεὶ θεμέλια πάσης τῆς τῶν λόγων ἰδέας, καὶ ὡς ἂν αὐτά τις ὑπάγηται τῇ τῶν νέων ψυχῇ, ἀνάγκη τὸν αὐτὸν τρόπον καὶ τὰ μετὰ ταῦτα | |
30 | συμβαίνειν· διόπερ χρὴ πρὸς τοῖς εἰρημένοις καὶ αὐτὸν τὸν διδάσκαλον ἀνασκευάς τινας καὶ κατασκευὰς [μά‐ | |
λιστα] κάλλιστα ποιησάμενον προστάξαι τοῖς νέοις ἀπαγ‐ | 70 | |
71 | γεῖλαι, ὅπως τυπωθέντες κατὰ τὴν ἐκείνων ἀγωγὴν μιμήσασθαι δυνηθῶσιν· ἐπειδὰν δὲ γράφειν καὶ αὐτοὶ ἱκανοὶ γένωνται, ὑπαγορευτέον μὲν αὐτοῖς τὴν τάξιν τῶν κεφαλαίων καὶ τῶν ἐπιχειρημάτων, σημαντέον δὲ | |
5 | καὶ τὸν καιρὸν τῆς παρεκβάσεως καὶ τῆς αὐξήσεως καὶ τῶν ἄλλων ἁπάντων, δῆλον δὲ ποιητέον καὶ τὸ ἦθος τοῦ προβλήματος· ἐπιμελητέον δὲ καὶ τῆς συνθέσεως τῶν ὀνομάτων, πάντα διδάσκοντα ἐξ ὧν διαφεύξονται τὸ κακῶς συντιθέναι, καὶ μάλιστα δὲ τὴν ἔμμετρον καὶ | |
10 | ἔνρυθμον λέξιν, ὡς τὰ πολλὰ τῶν Ἡγησίου τοῦ ῥήτο‐ ρος, καὶ τῶν Ἀσιανῶν καλουμένων ῥητόρων, καί τινα τῶν Ἐπικούρου, οἷά που καὶ πρὸς Ἰδομενέα γράφει· ὦ πάντα τἀμὰ κινήματα τερπνὰ νομίσας ἐκ νέου· καὶ τῶν περιφερομένων δ’ ὡς ἐκείνου (ἡμεῖς δ’ | |
15 | οὐδέπω καὶ νῦν αὐτὰ εὑρίσκομεν ἐν τοῖς συγγράμμασιν αὐτοῦ·) λέγε δήμοι Πολύαινε συναπέριμεν με‐ γάλη χαρὰ γένηται. τὰ οὖν τοιαῦτα καὶ τελέως ἐστὶν ἐπίμεμπτα καὶ πρόδηλον ἔχει τὴν κακίαν τῆς συνθέσεως, συγγνώμης δ’ ἄξιον, ὅταν εἰς ἐκεῖνά τις ἐμπέσῃ ποτὲ τὰ | |
20 | μέτρα, ἅπερ ἔχει ὁμοιότητα πρὸς τὸ πεζόν, οἷόν ἐστι τὸ ἰαμβικόν· διὸ καὶ πάντες οἱ συγγραφεῖς ἄκοντες ἐμ‐ πίπτουσιν εἰς τὸ γένος τοῦτο. ὁ γοῦν Ἔφορος ἐν τῷ περὶ λέξεως δι’ αὐτοῦ τοῦ ἀπαγορεύοντος λόγου, μὴ τῇ εὐ‐ ρύθμῳ χρῆσθαι διαλέκτῳ, εὐθὺς ἐν ἀρχῇ στίχον εἴρηκεν | |
25 | εἰπών· πάλιν δὲ περὶ τῆς ἐνρύθμου διέξειμι. περιέχεσθαι δεῖ οὐδὲν ἧττον καὶ τῆς εὐπρεπείας, ὥστε μὴ ἐκ τοῦ εὐθέος γυμνῶσαι τὰ αἰσχρά, περιεσταλμένως δὲ ἀπαγγέλλειν, ὡς Αἰσχίνης εἰς ἀῤῥητοποιΐαν τὸν Δη‐ μοσθένην διαβάλλων φησὶν αὐτὸν μὴ καθαρεύειν τὸ | |
30 | σῶμα, μήδ’ ὅθεν τὴν φωνὴν προΐεται. πρὸς δὲ τούτοις χρὴ τὴν ἑρμηνείαν καὶ σαφῆ καὶ ἐναργῆ εἶναι· οὐ γὰρ | |
ἀπαγγεῖλαι μόνον δεῖ, ἀλλὰ καὶ τὸν λόγον ἐνοικειῶσαι | 71 | |
72 | τῇ διανοίᾳ τῶν ἀκουόντων, ὥστε γενέσθαι τὸ ὑπὸ Ὁμή‐ ρου λεγόμενον, ῥηΐδιόν τι ἔπος ἐρέω καὶ ἐνὶ φρεσὶ θήσω. ἡ δὲ διόρθωσίς ἐστιν οὐκ ἀπ’ ἀρχῆς πάντα τὰ ἁμαρτή‐ | |
5 | ματα περιαιροῦσα, ἀλλ’ ὀλίγα καὶ μάλιστα τὰ πρόδηλα, ὅπως μὴ ἀθύμως ὁ νέος διατεθεὶς δυσέλπιστος εἰς τὰ μετὰ ταῦτα γένηται· ἅμα δὲ ὁ διορθῶν ὑποδεικνύτω, παρὰ τί γέγονε τὸ ἁμάρτημα, καὶ πῶς ἐνδέχεται βέλτιον ποιῆσαι. πολὺ δ’ ὠφελιμώτατον καὶ τὸ προστάττειν τοῖς | |
10 | νέοις γράφειν εἰς τινὰ προβλήματα τῶν ἤδη τοῖς πα‐ λαιοῖς ἐξειργασμένων, οἷον τόπον ἢ διήγησιν ἢ ἔκφρα‐ σιν ἢ ἐγκώμιον ἢ θέσιν ἤ τι ἄλλο τῶν τοιούτων, μετὰ δὲ ταῦτα ποιῆσαι τοῖς ἐκείνων αὐτοὺς ἐντυγχάνειν, ἵν’ εἰ μὲν ὁμοίως εἶεν γεγραφότες, πεισθῶσιν· εἰ δὲ μή, | |
15 | ἀλλὰ διορθωτὰς ἔχωσιν αὐτοὺς τοὺς παλαιούς. ἐπεὶ δὲ οὐ πάντες πρὸς πάντα πεφύκαμεν, ἀλλ’ οἱ μὲν τῶν παθῶν ἀπολείπονται, περὶ δὲ τὰ ἤθη μᾶλλον κατορθοῦ‐ σιν, οἱ δ’ ἀνάπαλιν, οἱ δ’ ἀμφοῖν ὑστεροῦσι, τὰ δὲ ἐνθυμήματα ἄμεινον ἐργάζονται, πειρατέον τὰ μὲν φυ‐ | |
20 | σικὰ πλεονεκτήματα αὔξειν, τὰ δὲ ἐλλείποντα ταῖς αὐ‐ ξήσεσιν ἀναπληροῦν, ἵνα δυνηθῶμεν μὴ μόνον τὰ με‐ γάλα προβλήματα καλῶς λέγειν ὡς Αἰσχίνης, μηδὲ τὰ μικρὰ ὡς Λυσίας, ἀλλὰ καὶ πρὸς ἀμφότερα παρασκευὴν ἔχωμεν, ὡς Δημοσθένης. ἐπὶ πᾶσι δὲ καὶ τὴν προσή‐ | |
25 | κουσαν ὑπόκρισιν ἑκάστῃ τῶν λόγων ἰδέᾳ πειρατέον ἐκμανθάνειν. | |
27t | ΠΕΡΙ ΜΥΘΟΥ. | |
28 | Μῦθός ἐστι λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν, εἰ‐ δέναι δὲ χρή, ὅτι μὴ περὶ παντὸς μύθου τὰ νῦν ἡ σκέψις | |
30 | ἐστίν, ἀλλ’ οἷς μετὰ τὴν ἔκθεσιν ἐπιλέγομεν τὸν λόγον, | |
ὅτου εἰκών ἐστιν· ἔσθ’ ὅτε μέντοι τὸν λόγον εἰπόντες | 72 | |
73 | ἐπεισφέρομεν τοὺς μύθους. καλοῦνται δὲ Αἰσώπειοι καὶ Λιβυστικοὶ ἢ Συβαριτικοί τε καὶ Φρύγιοι καὶ Κιλίκιοι καὶ Καρικοὶ Αἰγύπτιοι καὶ Κύπριοι· τούτων δὲ πάντων μία ἐστὶ πρὸς ἀλλήλους διαφορά, τὸ προσκείμενον αὐ‐ | |
5 | τῶν ἑκάστου ἴδιον γένος, οἷον Αἴσωπος εἶπεν, ἢ Λίβυς ἀνήρ, ἢ Συβαρίτης, ἢ Κυπρία γυνή, καὶ τὸν αὐτὸν τρό‐ πον ἐπὶ τῶν ἄλλων· ἐὰν δὲ μηδεμία ὑπάρχῃ προσθήκη σημαίνουσα τὸ γένος, κοινοτέρως τὸν τοιοῦτον Αἰσώ‐ πειον καλοῦμεν. οἱ δὲ λέγοντες τοὺς μὲν ἐπὶ τοῖς ἀλόγοις | |
10 | ζώοις συγκειμένους τοιούσδε εἶναι, τοὺς δὲ ἐπ’ ἀνθρώ‐ ποις τοιούσδε, τοὺς μὲν ἀδυνάτους τοιούσδε, τοὺς δὲ δυ‐ νατῶν ἐχομένους τοιούσδε, εὐήθως μοι ὑπολαμβάνειν δοκοῦσιν· ἐν πᾶσι γὰρ τοῖς προειρημένοις εἰσὶν ἅπασαι αἱ ἰδέαι. Αἰσώπειοι δὲ ὀνομάζονται ὡς ἐπίπαν, οὐχ ὅτι | |
15 | Αἴσωπος πρῶτος εὑρετὴς τῶν μύθων ἐγένετο, (Ὅμηρος γὰρ καὶ Ἡσίοδος καὶ Ἀρχίλοχος καὶ ἄλλοι τινὲς πρεσβύ‐ τεροι γεγονότες αὐτοῦ φαίνονται ἐπιστάμενοι, καὶ δὴ καὶ Κόννις ὁ Κίλιξ, καὶ Θοῦρος ὁ Συβαρίτης, καὶ Κυβισσὸς ἐκ Λιβύης, μνημονεύονται ὑπό τινων ὡς μυθοποιοί) ἀλλ’ | |
20 | ὅτι Αἴσωπος αὐτοῖς μᾶλλον κατακόρως καὶ δεξιῶς ἐχρή‐ σατο· ὥσπερ Ἀριστοφάνειόν τι μέτρον καὶ Σαπφικὸν καὶ Ἀλκαϊκὸν καὶ ἄλλο ἀπ’ ἄλλου λέγεται, οὐχ ὡς τούτων τῶν ποιητῶν μόνων ἢ πρώτων ἐξευρηκότων τὰ μέτρα, ἀλλ’ ὅτι αὐτοῖς ἐπὶ τὸ πλεῖστον ἐχρήσαντο. προσαγορεύ‐ | |
25 | ουσι δὲ αὐτοὺς τῶν μὲν παλαιῶν οἱ ποιηταὶ μᾶλλον αἴ‐ νους, οἱ δὲ μύθους· πλεονάζουσι δὲ μάλιστα οἱ καταλο‐ γάδην συγγεγραφότες τὸ λόγους ἀλλὰ μὴ μύθους καλεῖν, ὅθεν λέγουσι καὶ τὸν Αἴσωπον λογοποιόν. Πλάτων δὲ ἐν διαλόγῳ τῷ περὶ ψυχῆς πῆ μὲν μῦθον, πῆ δὲ λόγον | |
30 | ὀνομάζει· εἴρηται δὲ μῦθος οἷον λόγος τις ὤν, ἐπεὶ καὶ μυθεῖσθαι τὸ λέγειν ἐκάλουν οἱ παλαιοί· αἶνος δὲ ὅτι | |
καὶ παραίνεσίν τινα περιέχει· ἀναφέρεται γὰρ ὅλον τὸ | 73 | |
74 | πρᾶγμα εἰς χρησίμην ὑποθήκην· νῦν μέντοι καὶ τὰ αἰ‐ νίγματα αἴνους τινὲς καλοῦσι. καὶ τοῦτο τὸ γύμνασμα· καὶ γὰρ ἀπαγγέλλομεν τὸν μῦθον καὶ κλίνομεν καὶ συμ‐ πλέκομεν αὐτὸν διηγήματι, καὶ ἐπεκτείνομεν καὶ συστέλ‐ | |
5 | λομεν, ἔστι δὲ καὶ ἐπιλέγειν αὐτῷ τινὰ λόγον, καὶ αὖ λόγου τινὸς προτεθέντος, μῦθον ἐοικότα αὐτῷ συμπλά‐ σασθαι· ἔτι δὲ πρὸς τούτοις ἀνασκευάζομεν καὶ κατα‐ σκευάζομεν. τὴν μὲν ἀπαγγελίαν ἥτις ἐστί, καὶ ἐν τῷ περὶ τῆς χρείας δεδηλώκαμεν, ἐν δὲ τοῖς μύθοις ἁπλου‐ | |
10 | στέραν τὴν ἑρμηνείαν εἶναι δεῖ καὶ προσφυῆ, καὶ ὡς δυ‐ νατόν, ἀκατάσκευόν τε καὶ σαφῆ· διὸ καὶ προεκμανθά‐ νειν δεῖ, ὅσους καὶ παρὰ τοῖς παλαιοῖς ἐστιν εὑρεῖν οὕ‐ τως ἀπηγγελμένους· χρήσιμον δὲ καὶ τὸ ὁλοκλήρου τινὸς εἰρημένου μύθου ἐθισθῆναι τὸν μανθάνοντα χα‐ | |
15 | ριέντως ἐκ τῶν μύθων ἄρξασθαι, ὥσπερ Ἡσίοδος· ὧδ’ ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον· ἐκ μὲν γὰρ τῶν ἐπενεχθέντων, ἄφρων δ’ ὅς κ’ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν, δηλοῦται, ὅτι ἄρα ἤριζεν ἀηδὼν πρὸς ἱέρακα· κἄπειτα | |
20 | ἀγανακτήσας ὁ ἱέραξ καὶ συναρπάσας αὐτὴν οὕτω τάδε εἶπε. κλιτέον δὲ τοὺς μύθους καὶ τὴν χρείαν εἴς τε τοὺς ἀριθμοὺς καὶ τὰς πλαγίας πτώσεις, μάλιστα δὲ ἐμμε‐ λετητέον ταῖς αἰτιατικαῖς, ὅτι καὶ οἱ παλαιοὶ τοὺς πλεί‐ στους τῶν μύθων οὕτως ἀπήγγειλαν, καὶ μάλα ὀρθῶς, | |
25 | ὥς φησιν Ἀριστοτέλης· οὐ γὰρ ἐκ τοῦ αὑτῶν προσώπου λέγουσιν, ἀλλ’ ἐπὶ τὸ ἀρχαῖον ἀναφέρουσιν, ἵνα παρα‐ μυθήσωνται τὸ δοκεῖν ἀδύνατα λέγειν. οὐκ ἀεὶ δὲ χρὴ καθάπερ ἠναγκασμένῳ τινὶ ἕπεσθαι νόμῳ τῇ τῆς προ‐ κειμένης πτώσεως ἀκολουθίᾳ, ἀλλ’ ἔνια προσακτέον, καὶ | |
30 | μικτῷ τρόπῳ χρῆσθαι, ὡς προκεῖσθαι μὲν ἄλλην τινὰ πτῶσιν, μεταβεβληκέναι δὲ ἐν τοῖς ἑξῆς εἰς ἑτέραν· ἐπι‐ | |
τερπέστερον γὰρ τούτου τὸ καὶ ποικίλον· ὁποῖός ἐστι | 74 | |
75 | καὶ παρὰ τῷ Σωκρατικῷ Φαίδωνι μῦθος ἐν τῷ Ζωπύ‐ ρῳ· τὴν μὲν γὰρ ἀρχὴν ἀπὸ τῆς αἰτιατικῆς ἔχει. φασὶ τοίνυν, ὦ Σώκρατες, τὸν νεώτατον βασιλέως υἱὸν χαρίσασθαί τινι λέοντος σκύμνον· μι‐ | |
5 | κρὸν δὲ ὑποβὰς μετέβαλεν εἰς τὴν εὐθεῖαν οὕτω· καί μοι δοκεῖ ὁ λέων σύντροφος ὢν τῷ παιδὶ νεα‐ νίσκῳ ἤδη ὄντι ἀκολουθεῖν ὅπου βαδίζοι, ὥστε οἵ γε Πέρσαι ἐρᾶν ἔφασαν τοῦ παιδὸς αὐτόν, καὶ τὰ ἑξῆς. συμπλέκομεν δὲ ὧδε· ἐκθέμενοι | |
10 | τὸν μῦθον ἐπιφέρομεν διήγημα, ὡς ἔοικεν, ἢ ἀνάπαλιν τὸ μὲν διήγημα πρότερον, ὕστερον δὲ τὸν μῦθον, οἷον πεπλασμένον, ὅτι κάμηλος ἐπιθυμήσασα κεράτων καὶ τῶν ὤτων ἐστερήθη· τοῦτο προειπόντες ἐποίσομεν τὸ διήγημα τοῦτον τὸν τρόπον· παραπλήσιόν μοι δοκεῖ τι | |
15 | παθεῖν τῇ καμήλῳ ταύτῃ καὶ Κροῖσος ὁ Λυδός, καὶ ὅλον ἐφεξῆς τὸ διήγημα τὸ περὶ αὐτόν. ἐπεκτείνομεν δὲ τὰς ἐν τῷ μύθῳ προσωποποιΐας μηκύνοντες, καὶ ποταμὸν ἤ τι τῶν τοιούτων ἐκφράζοντες· τὸ ἐναντίον δὲ ποιοῦντες συστέλλομεν. ἐπιλέγομεν δὲ ὧδε, ὅταν μύθου ῥηθέντος | |
20 | ἐοικότα τινὰ γνωμικὸν αὐτῷ λόγον ἐπιχειρῶμεν κομίζειν, οἷον κύων παρὰ ποταμόν τινα φέρων κρέας, καὶ κατὰ τοῦ ὕδατος τὴν αὐτοῦ σκιὰν θεασάμενος, οἰηθεὶς ἕτερον εἶ‐ ναι κύνα μεῖζον κρέας ἔχοντα, ὃ μὲν εἶχεν ἀπέβαλεν, ἁλό‐ μενος δὲ εἰς τὸν ποταμὸν ὡς ἁρπάσων, ὑποβρύχιος ἐγέ‐ | |
25 | νετο. τὸν λόγον δὲ οὕτως ἐποίσομεν· ὅτι ἄρα πολλάκις οἱ τῶν μειζόνων ὀρεγόμενοι καὶ ἑαυτοὺς πρὸς αὐτοῖς τοῖς ὑπάρχουσιν ἀπολλύουσιν. γένοιντο δ’ ἂν καὶ ἑνὸς μύθου πλείονες ἐπίλογοι, ἐξ ἑκάστου τῶν ἐν τῷ μύθῳ πραγμάτων τὰς ἀφορμὰς ἡμῶν λαμβανόντων, καὶ ἀνά‐ | |
30 | παλιν ἑνὸς ἐπιλόγου πάμπολλοι μῦθοι ἀπεικασμένοι αὐ‐ τῷ. τὴν γὰρ τοῦ ἐπιλόγου δύναμιν ἁπλῆν προτείναντες | |
προστάξομεν τοῖς νέοις μῦθόν τινα πλάσαι τῷ προτε‐ | 75 | |
76 | θέντι πράγματι οἰκεῖον· προχείρως δὲ τοῦτο ποιεῖν δυ‐ νήσονται πολλῶν ἐμπλησθέντες μύθων, τοὺς μὲν ἐκ τῶν παλαιῶν συγγραμμάτων ἀνειληφότες, τοὺς δὲ καὶ αὐτοὶ μόνον ἀκούσαντες, τοὺς δὲ καὶ παρ’ ἑαυτῶν ἀναπλάσαν‐ | |
5 | τες. ἀνασκευάσομεν δὲ καὶ κατασκευάσομεν τοῦτον τὸν τρόπον· ἐπεὶ γὰρ καὶ αὐτὸς ὁ μυθοποιὸς ὁμολογεῖ καὶ ψευδῆ καὶ ἀδύνατα συγγράφειν, πιθανὰ δὲ καὶ ὠφέλιμα, ἀνασκευαστέον μὲν δεικνύντας, ὅτι ἀπίθανα καὶ ἀσύμ‐ φορα λέγει· κατασκευαστέον δὲ ἐκ τῶν ἐναντίων· ταῦτα | |
10 | γάρ ἐστι τὰ ἀνωτάτω κεφάλαια, εἰς ἃ τὰ κατὰ μέρος ἐμ‐ πίπτει. τὸ μὲν οὖν προοίμιον πρόσφορον εἶναι δεῖ τῷ μύθῳ· μετὰ δὲ τὸ προοίμιον ἐκθέσθαι δεῖ τὸν μῦθον, ἐνίοτε δὲ καὶ παρατίθεσθαι, ὅπερ ἐν ὑποθέσει οὐκ ἀναγ‐ καῖον ἀεὶ διηγεῖσθαι· ἔπειτα δὲ μεταβαίνειν ἐπὶ τὴν ἐπι‐ | |
15 | χείρησιν καὶ ἀνασκευάζειν τῶν εἰρημένων ἕκαστον ἐν μέ‐ ρει, ἀπὸ τῶν πρώτων ἀρξαμένους, καὶ πρὸς ἕκαστον μέ‐ ρος τοῦ μύθου ἐφ’ ἑκάστου τόπου λόγων εὐπορεῖν πει‐ ρωμένους· ληπτέον δὲ τὰ ἐπιχειρήματα ἐκ τόπων τῶνδε, ἐκ τοῦ ἀσαφοῦς, ἐκ τοῦ ἀπιθάνου, ἐκ τοῦ ἀπρεποῦς, ἐκ | |
20 | τοῦ ἐλλιποῦς, ἐκ τοῦ πλεονάζοντος, ἐκ τοῦ ἀσυνήθους, ἐκ τοῦ μαχομένου, ἐκ τῆς τάξεως, ἐκ τοῦ ἀσυμφόρου, ἐκ τοῦ ἀνομοίου, ἐκ τοῦ ψευδοῦς. ἀσάφεια μὲν οὖν γίνεται ἤτοι δι’ ἓν ὄνομα ἢ καὶ πλείονα· δι’ ἓν μὲν ὅταν τις ὀνό‐ μασι χρήσηται ἢ παρὰ τὰ εἰωθότα ἢ ὁμωνύμως, διὰ | |
25 | πλείω δὲ ὅταν δυνατὸν ᾖ μηδενὸς μήτε προστιθεμένου μήτε ἀφαιροῦντος πολλαχῶς ἐκδέχεσθαι τὸ εἰρημένον, οἷον ἐγώ ς’ ἔθηκα δοῦλον ὄντ’ ἐλεύθερον. οὐ γὰρ σαφές, πότερον ἐλεύθερον ἔθηκεν ἀντὶ δούλου, | |
30 | ἢ δοῦλον ἀντ’ ἐλευθέρου. ἀκριβέστερον δὲ μικρὸν ὕστε‐ ρον περὶ τῆς σαφηνείας ἐν τῷ περὶ διηγήματος ῥηθήσε‐ | |
ται. τὸ δὲ ἀπίθανόν ἐστι τὸ δυνατὸν μὲν γενέσθαι ἢ λε‐ | 76 | |
77 | λέχθαι, ἀπιστούμενον δὲ εἰ γέγονεν ἢ εἴρηται ἤτοι διὰ πρόσωπον, ἐφ’ ὃ ἡ πρᾶξις ἢ ὁ λόγος ἀναφέρεται, ἢ διὰ τὸν τόπον, ἐν ᾧ λέγεται γενέσθαι τι ἢ εἰρῆσθαι, ἢ διὰ τὸν χρόνον, καθ’ ὃν λέγεταί τι γενέσθαι ἢ λελέχθαι, ἢ | |
5 | διὰ τὸν τρόπον τῆς πράξεως ἢ τοῦ λόγου, ἢ διὰ τὴν αἰ‐ τίαν τῶν αὐτῶν τούτων λεγόντων ἡμῶν ὅτι οὐκ εἰκός ἐστι τῷ τοιούτῳ τόδε τι πρᾶξαι ἢ τόδε τι εἰπεῖν, ἐν τού‐ τῳ τῷ τόπῳ, ἢ κατὰ τοῦτον τὸν [τόπον ἢ] χρόνον, ἢ τοῦ‐ τον τὸν τρόπον, ἢ διὰ ταύτην τὴν αἰτίαν. ὁ αὐτὸς δὲ λό‐ | |
10 | γος ἐστὶ καὶ περὶ τοῦ ἀπρεποῦς. τὸ δ’ ἐλλιπὲς τὸ πλεο‐ νάζον ἐστίν, ὅταν τι τῶν ῥηθήσεσθαι δυναμένων παρα‐ λίπῃ, ἢ εἴπῃ τι μηδὲν ὄν, οἷον ἢ πρόσωπον ἢ πρᾶγμα ἢ χρόνον ἢ τόπον ἢ τρόπον ἢ αἰτίαν ἤ τι τῶν τοιούτων. τὸ δὲ ἀσυνηθές ἐστι τὸ παρὰ τὴν πεπιστευμένην ἱστορίαν, | |
15 | ἢ τὸ παρὰ τὰς κοινὰς ὑπολήψεις λεγόμενον, οἷον εἴ τις τοὺς ἀνθρώπους μὴ πεπλάσθαι εἴποι ὑπὸ τοῦ Προμη‐ θέως, ἀλλ’ ὑπ’ ἄλλου τινὸς τῶν θεῶν, ἢ τὸν ὄνον φρό‐ νιμον εἴποι, ἢ ἀνόητον τὴν ἀλώπεκα. ὁ δὲ ἐκ τοῦ μαχομέ‐ νου τόπος τοιοῦτός ἐστιν, ὅταν δείξωμεν αὐτὸν ἑαυτῷ | |
20 | μαχόμενον τὸν μυθογράφον· τούτῳ δὲ χρηστέον οὐκ ἐν ἀρχῇ, ἀλλ’ ὅταν τι τῶν μέσων ἢ τελευταίων ἀνασκευά‐ ζωμεν, ἔπειτα καὶ ἐναντίον αὐτὸ δεικνύωμεν τοῖς προ‐ ειρημένοις. ἀπό γε μὴν τῆς τάξεως ἐπιχειρήσομεν ἐλέγ‐ χοντες, ἃ μὲν ἔδει πρῶτον ἐν τῷ μύθῳ ῥηθῆναι, οὐκ ἐν | |
25 | πρώτοις ἀπηγγελμένα· ἃ δὲ ἐπὶ τελευτῆς, ἀλλαχοῦ προ‐ κείμενα· καὶ ὅλως ἕκαστον ὡς ἂν δυνώμεθα, οὐ κατὰ τὴν προσήκουσαν τάξιν εἰρημένον. καὶ μὴν καὶ ὁ ἐκ τοῦ ἀσυμφόρου τόπος σαφής ἐστιν, ᾧ καὶ μᾶλλον χρησόμεθα εἰς ἀνασκευὴν τοῦ ἐπιλόγου. οἱ δὲ ἐκ τοῦ ἀνομοίου καὶ | |
30 | τοῦ ψευδοῦς μόνον εἰσὶ τοῦ ἐπιλόγου ἀνασκευαστικοί· ἐκ μὲν οὖν τοῦ ἀνομοίου, ἐπειδὰν τὰ ἐν τῷ μύθῳ κατὰ | |
μηδὲν ἢ μὴ πάντη τῷ ἐπιλόγῳ προσεοικότα ὑπάρχῃ· ἐκ δὲ | 77 | |
78 | τοῦ ψευδοῦς, ὅταν μὴ κατὰ πᾶν συμβαίνῃ, ὥς φησιν ὁ μυθογράφος, ὅτι οἱ τῶν πλειόνων ὀρεγόμενοι καὶ τῶν ὄντων στερίσκονται· οὐ γὰρ ἀεὶ τοῦτο ἀληθές ἐστιν. ἐκ δὲ τῶν ἐναντίων τόπων κατασκευάσομεν. ἀνακεφαλαιοῦ‐ | |
5 | σθαι δὲ χρή, ὅταν πολλαὶ καὶ ἰσχυραὶ ὦσιν ἀνασκευαὶ καὶ κατασκευαί, ἐπεὶ ὅταν ὀλίγαι καὶ ἀσθενεῖς, οὐ παραλη‐ πτέον τὴν ἀνακεφαλαίωσιν. χρησόμεθα δὲ ἐνταῦθα καὶ τῷ διασύρειν, καὶ αὐξήσεσιν ἢ μειώσεσιν, καὶ παρεκβά‐ σεσι, καὶ ἤθεσι καὶ ἁπλῶς πάσαις ταῖς τῶν λόγων ἰδέαις· | |
10 | καθάπερ γὰρ εἴπομεν, σμικρὸν διαλλάττει τὸ γύμνασμα τοῦτο δικανικῆς ὑποθέσεως. οἱ δ’ αὐτοὶ τόποι χρήσιμοι καὶ πρὸς τὴν τῶν διηγημάτων ἀνασκευήν τε καὶ κατα‐ σκευήν. | |
14t | ΠΕΡΙ ΔΙΗΓΗΜΑΤΟΣ. | |
15 | Διήγημά ἐστι λόγος ἐκθετικὸς πραγμάτων γεγονό‐ των ἢ ὡς γεγονότων. στοιχεῖα δὲ τῆς διηγήσεώς εἰσιν ἕξ, τό τε πρόσωπον, εἴτε ἓν εἴη εἴτε πλείω, καὶ τὸ πρᾶγμα τὸ πραχθὲν ὑπὸ τοῦ προσώπου, καὶ ὁ τόπος ἐν ᾧ ἡ πρᾶ‐ ξις, καὶ ὁ χρόνος καθ’ ὃν ἡ πρᾶξις, καὶ ὁ τρόπος τῆς | |
20 | πράξεως, καὶ ἕκτον ἡ τούτων αἰτία. τούτων δὲ ὄντων τῶν ἀνωτάτω στοιχείων, ἐξ ὧν συμπληροῦται ἡ τελεία διήγησις, ἐξ ἁπάντων αὐτῶν καὶ τῶν συνεδρευόντων αὐτοῖς συνέστηκεν, ἐλλιπὴς δέ ἐστιν ἥ τινος τούτων ἐπι‐ δέουσα. παρακολουθεῖ δὲ τῷ μὲν προσώπῳ γένος, φύ‐ | |
25 | σις, ἀγωγή, διάθεσις, ἡλικία, τύχη, προαίρεσις, πρᾶξις, λόγος, θάνατος, τὰ μετὰ θάνατον. τῷ δὲ πράγματι μέγα ἢ σμικρόν, κινδυνῶδες ἢ ἀκίνδυνον, δυνατὸν ἢ ἀδύνα‐ τον, ῥᾴδιον ἢ δυσχερές, ἀναγκαῖον ἢ οὐκ ἀναγκαῖον, συμφέρον ἢ ἀσύμφορον, δίκαιον ἢ ἄδικον, ἔνδοξον ἢ | |
30 | ἄδοξον. τῷ δὲ χρόνῳ παρέπεται τὸ παρεληλυθός, τὸ ἐνε‐ | |
στός, τὸ μέλλον, τί πρῶτον ἢ δεύτερον καὶ τὰ ἑξῆς, ἢ τί | 78 | |
79 | τῷ καθ’ ἡμᾶς βίῳ πρέπει, τί τῷ παλαιῷ, ἐπὶ πᾶσιν αἱ προθεσμίαι, ἃς κατὰ κοινὸν ἢ κατ’ ἰδίαν ἄνθρωποι συν‐ τίθενται· ἔπειτα χειμῶνος ὄντος ἢ ἔαρος, θέρους ἢ με‐ τοπώρου, νυκτὸς οὔσης ἢ μεθ’ ἡμέραν, ἐκκλησίας οὔσης | |
5 | ἐγένετο τὸ πρᾶγμα ἢ πομπῆς ἢ ἑορτῆς· καὶ πότερον γά‐ μων ὄντων, ἢ φίλων ὑποδοχῆς, ἢ πένθους, ἢ τοιαύτης βιωτικῆς περιστάσεως. τῷ δὲ τόπῳ παρακολουθεῖ μέγε‐ θος, διάστημα, γειτνιῶσα πόλις ἢ χώρα, ἱερὸς ἦν ὁ τόπος ἢ βέβηλος, ἴδιος ἢ ἀλλότριος, ἔρημος ἢ οἰκούμενος, ὀχυ‐ | |
10 | ρὸς ἢ ἐπισφαλής, πεδινὸς ἢ ὀρεινός, ἄνυδρος ἢ κάθυ‐ γρος, ψιλὸς ἢ δενδρώδης, καὶ πάντα τὰ παραπλήσια. τῷ δὲ τρόπῳ ἀκουσίως ἢ ἑκουσίως· ἑκάτερον δὲ εἰς τρία δι‐ αιρεῖται, τὸ μὲν ἀκούσιον εἰς ἄγνοιαν καὶ τύχην καὶ ἀ‐ νάγκην, τὸ δὲ ἑκούσιον, πότερον βίᾳ γέγονεν ἢ λάθρα | |
15 | ἢ ἀπάτῃ. τῇ δὲ αἰτίᾳ τῶν πράξεων παρέπεται, πότερον ἕνεκεν ἀγαθῶν κτήσεως γέγονεν ἢ χάριν κακοῦ ἀπαλλα‐ γῆς, ἢ διὰ φιλίαν, ἢ διὰ γυναῖκα, ἢ τέκνων χάριν, ἢ διὰ τὰ πάθη θυμόν, ἔρωτα, μῖσος, φθόνον, ἔλεον, μέθην, καὶ τὰ τούτοις ὅμοια. | |
20 | Ἀρεταὶ δὲ διηγήσεως τρεῖς, σαφήνεια, συντομία, πι‐ θανότης. διὸ μάλιστα μέν, εἰ δυνατόν ἐστιν, ἁπάσας τὰς ἀρετὰς ἔχειν δεῖ τὴν διήγησιν· ἐὰν δὲ τοῦτο ἀμήχα‐ νον εἴη, τὸ μὴ ἐναντίαν εἶναί πως τὴν συντομίαν τῇ τε σαφηνείᾳ καὶ τῇ πιθανότητι, τοῦ κατεπείγοντος μᾶλλον | |
25 | στοχαστέον, οἷον, εἰ μὲν εἴη τὸ πρᾶγμα φύσει περισκελές, ἐπὶ τὴν σαφήνειαν ἰτέον καὶ πιθανότητα· εἰ δὲ ἁπλοῦν καὶ μὴ πολύπλοκον, ἐπὶ τὴν συντομίαν καὶ τὴν πιθανό‐ τητα. δεῖ γὰρ ἔχεσθαι ἀεὶ τοῦ πιθανοῦ ἐν τῇ διηγήσει· τοῦτο γὰρ αὐτῆς μάλιστα ἴδιον ὑπάρχει· καὶ τούτου μὴ | |
30 | προσόντος αὐτῇ, ὅσῳ ἂν μᾶλλον σαφὴς καὶ σύντομος ᾖ τοσούτῳ ἀπιστοτέρα τοῖς ἀκούουσι καταφαίνεται. ἐὰν δὲ | |
τὸ πρᾶγμα φύσει πιθανὸν ᾖ, χρηστέον πῆ μὲν τῇ συντο‐ | 79 | |
80 | μίᾳ, τὸ δὲ πλεῖστον τοῖς κατασκευάζουσι καὶ εἰς πιθανό‐ τητα ἄγουσι τὸ προκείμενον· ἔτι δὲ τὰ μὲν λυπήσοντα τοὺς ἀκουσομένους συντομώτατα διηγητέον, ὡς Ὅμηρος, κεῖται Πάτροκλος. τοῖς δὲ εὐφραίνουσιν ἐνδιατρι‐ | |
5 | πτέον, ὥσπερ ὁ αὐτὸς ποιητὴς τοῖς Φαίαξιν οὖσιν φιλο‐ μύθοις πεποίηκε τὸν Ὀδυσσέα μετὰ πολλῆς ἀκριβείας καὶ σχολῆς τὰ καθ’ ἑαυτὸν διηγούμενον. Σαφὴς δὲ ἡ διήγησις γίνεται διχόθεν, ἐξ αὐτῶν τῶν ἀπαγγελλομένων πραγμάτων, καὶ ἐκ τῆς λέξεως τῆς | |
10 | ἀπαγγελίας, ἧς τὰ πράγματα. ἐκ μὲν οὖν τῶν πραγμά‐ των, ὅταν λεγόμενα τὰ πράγματα μὴ τὴν κοινὴν ἐκφεύ‐ γῃ διάνοιαν, οἷα τὰ ἐν τῇ διαλεκτικῇ καὶ τὰ ἐν γεωμετρίᾳ, ἢ ὅταν μὴ πολλὰ ὁμοῦ διηγῆταί τις, ἀλλὰ καθ’ ἕκαστον εἰς τέλος προάγῃ, ὅπερ ἐγκαλοῦσί τινες τῷ Θουκυδίδῃ· | |
15 | διελὼν γὰρ ἱστορίας κατὰ θέρη καὶ χειμῶνας πολλάκις ἀναγκάζεται, πρὶν τελεσθῇ τὸ ὅλον πρᾶγμα, μεταβαίνειν ἐφ’ ἕτερόν τι γεγονὸς ὑπὸ τὸν αὐτὸν καιρόν· εἶτα τὸ ὑπόλοιπον τοῦ πράγματος ἐφ’ ἑτέρου χειμῶνος ἢ θέ‐ ρους πραχθὲν διηγεῖται· ἐνίοτε δὲ καὶ τρίτου καὶ τετάρ‐ | |
20 | του [καιροῦ] ἐδεήθη, μέχρις ἂν εἰς τέλος προέλθῃ τοῦ πράγματος, οὗπερ ἐξ ἀρχῆς διηγεῖτο, ἀεὶ τὰ καθ’ ἕκαστον καιρὸν γινόμενα συναναλαμβάνων τῇ πρώτῃ διηγήσει, ὥστε ἅμα μὲν ἀσαφῆ, ἅμα δὲ δυσμνημόνευτα γενέσθαι τὰ πράγματα. φυλακτέον δὲ καὶ τὸ μὴ συγχεῖν τοὺς χρό‐ | |
25 | νους καὶ τὴν τάξιν τῶν πραγμάτων, ἔτι τε καὶ τὸ δὶς τὰ αὐτὰ λέγειν· οὐδὲν γὰρ ἧττον τῶν ἄλλων καὶ τοῦτο συγ‐ χεῖ τὴν διάνοιαν. παραιτητέον δὲ καὶ τὸ παρεκβάσεις ἐπεμβάλλεσθαι μεταξὺ διηγήσεως μακράς. οὐ γὰρ ἁπλῶς χρὴ πᾶσαν παραιτεῖσθαι, καθάπερ ὁ Φίλιστος· ἀναπαύ‐ | |
30 | ει γὰρ τὴν διάνοιαν τῶν ἀκροατῶν, ἀλλὰ τὴν τηλικαύ‐ την τὸ μῆκος, ἥτις ἀπαλλοτριοῖ τὴν διάνοιαν τῶν ἀκρο‐ | |
ωμένων, ὥστε δεῖσθαι πάλιν ὑπομνήσεως τῶν προειρη‐ | 80 | |
81 | μένων, ὡς Θεόπομπος ἐν ταῖς Φιλιππικαῖς. δύο γάρ που καὶ τρεῖς καὶ πλείους ἱστορίας ὅλας κατὰ παρέκβασιν εὑ‐ ρίσκομεν, ἐν αἷς οὐχ ὅπως Φιλίππου, ἀλλ’ οὐδὲ Μακε‐ δόνος τινὸς ὄνομά ἐστιν. ἀσαφὴς δὲ γίνεται διήγησις | |
5 | παρὰ τὴν ἔλλειψιν ὧν ἐχρῆν ἀναγκαίως μνήμην ποιήσα‐ σθαι, καὶ παρὰ τὴν τῶν ἀποκεκρυμμένων ἱστοριῶν ἀλλη‐ γορίαν. Κατὰ δὲ τὴν λέξιν φυλακτέον τῷ σαφηνίζοντι τὸ ποι‐ ητικὰ ὀνόματα λέγειν καὶ πεποιημένα καὶ τροπικὰ καὶ | |
10 | ἀρχαῖα καὶ ξένα καὶ ὁμώνυμα. ποιητικὰ μὲν οὖν ἐστιν, ὅσα τινὸς ἐξηγήσεως δεῖται, οἷον κρήγυον, ἀντιφε‐ ρίζειν, μάρνασθαι καὶ τὰ τοιαῦτα. πεποιημένα δὲ οἷον κέλαδος, κόναβος, κελαρύζειν καὶ τὰ τοιαῦτα. τρο‐ πικὰ δὲ οἷον, | |
15 | τεῖχος τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. διὰ γὰρ τῆς τροπῆς ταύτης ἐσήμανεν ὁ Πύθιος τοῖς Ἀθη‐ ναίοις, ἐκλιπόντας τὴν πόλιν εἰς τὰς ναῦς ἐμβῆναι, καὶ ταύταις οἷον τείχει χρήσασθαι. ἀρχαῖα δὲ τὰ πάλαι μὲν συνήθη, νῦν δὲ ἐκλελοιπότα, ὡς λέγει Δημοσθένης ἐν | |
20 | τῷ κατὰ Ἀριστοκράτους περὶ τοῦ Δράκοντος νόμου τὸ δὲ μηδ’ ἀποινᾶν μὴ χρήματα πράττεσθαι· τὰ γὰρ χρήματα ἄποινα ὠνόμαζον οἱ παλαιοί. ξένα δὲ τὰ ἑτέροις μὲν ἐπιχώρια, τοῖς δὲ ἄλλοις οὐ συνή‐ θη, ὡς εἴ τις ἀγορὰν ὀνομάζει τὸν λιμένα, καθάπερ Θετ‐ | |
25 | ταλοί, ἢ κλεινὸν ἀντὶ τοῦ ἐρωμένου, ὡς Κρῆτες. ὁμώ‐ νυμα δέ ἐστιν, ὧν φωνὴ μὲν καὶ ὄνομα τὸ αὐτό, ἕτερον δὲ τὸ σημαινόμενον ὑπὸ τῆς φωνῆς, οἷον παῖς· σημαίνει γὰρ καὶ τὸν υἱὸν καὶ τὸν καθ’ ἡλικίαν παῖδα καὶ τὸν δοῦλον. | |
30 | Ἀσαφῆ δὲ τὴν ἑρμηνείαν ποιεῖ καὶ ἡ λεγομένη ἀμφι‐ βολία πρὸς τῶν διαλεκτικῶν, παρὰ τὴν κοινὴν τοῦ ἀδιαι‐ | |
ρέτου τε καὶ διῃρημένου, ὡς ἐν τῷ ΑΥΛΗΤΡΙΣ πεσοῦ‐ | 81 | |
82 | σα δημοσία ἔστω· ἓν μὲν γάρ τί ἐστι τὸ ὑφ’ ἓν καὶ ἀδιαί‐ ρετον, αὐλητρὶς ἔστω πεσοῦσα δημοσία, ἕτερον δὲ τὸ διῃρημένον, αὐλὴ τρὶς πεσοῦσα ἔστω δημοσία. ἔτι δὲ καὶ ὅταν τι μόριον ἄδηλον ᾖ, μετὰ τίνος συντέτακται, οἷον | |
5 | ΟΥΚΕΝΤΑΥΡΟΙΣ ὁ Ἡρακλῆς μάχεται· σημαίνει γὰρ δύο, οὐχὶ κενταύροις ὁ Ἡρακλῆς μάχεται, καὶ οὐχὶ ἐν ταύροις ὁ Ἡρακλῆς μάχεται. ὁμοίως δὲ ἀσαφὴς γίνεται φράσις καὶ ὅταν τι σημαῖνον μόριον ἄδηλον ᾖ, μετὰ τί‐ νος συντέτακται, οἷον | |
10 | οἱ δὲ καὶ ἀχνύμενοί περ ἐπ’ αὐτῷ ἡδὺ γέλασσαν. ἀμφίβολον γὰρ πότερον ἐπὶ τῷ Θερσίτῃ ἀχνύμενοι, ὅπερ ἐστὶ ψεῦδος, ἢ ἐπὶ τῇ καθολκῇ τῶν νεῶν· καὶ πάλιν, δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ’ Ἀθήνη θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα. | |
15 | πότερον τὸν δῆμον ἢ τὸν Ἐρεχθέα φησὶν ὑπὸ τῆς Ἀθη‐ νᾶς τραφῆναι καὶ τεκεῖν τὴν γῆν. παρὰ ταύτην δὲ τὴν ἀμφιβολίαν τὰ Ἡρακλείτου τοῦ φιλοσόφου βιβλία σκο‐ τεινὰ γέγονε κατακόρως αὐτῇ χρησαμένου ἤτοι ἐξεπίτη‐ δες, ἢ καὶ δι’ ἄγνοιαν. παρατηρητέον δὲ καὶ τὸ μὴ ὑπερ‐ | |
20 | βατοῖς χρῆσθαι, οἷά ἐστι τὰ πολλὰ τῶν Θουκυδίδου· οὐ γὰρ καθόλου τὸ τῶν ὑπερβατῶν γένος ἀποδοκιμάζομεν· ποικίλη γὰρ διὰ τούτου καὶ οὐκ ἰδιωτικὴ γίνεται ἡ φρά‐ σις· μηδὲ μεταξυλογίαις, καὶ ταύταις διὰ μακροῦ· τὰ γὰρ ἐγγὺς λαμβάνοντα τὴν ἀπόδοσιν οὐ λυπεῖ τοὺς | |
25 | ἀκροατάς. καὶ μέντοι καὶ τὸ ἐλλείπειν τινὰ ὀνόματα πρὸς τὴν σαφήνειαν ἐναντίον ἐστί. παραφυλακτέον δὲ καὶ τὸ παραλλήλους τιθέναι τὰς πτώσεις ἐπὶ διαφόρων προ‐ σώπων· ἀμφίβολον γὰρ γίνεται τὸ ἐπὶ τίνα φέρεσθαι, οἷον ἐπὶ μὲν τῆς αἰτιατικῆς, ἐφ’ ἧσπερ καὶ μόνης τῶν | |
30 | πτώσεων πολλοὶ γίνεσθαι τὴν ἀμφιβολίαν νομίζουσιν, ὡς παρὰ Δημοσθένει κατὰ Μειδίου, ἴσασιν Εὐαίωνα | |
πολλοὶ τὸν Λεωδάμαντος ἀδελφὸν ἀποκτεί‐ | 82 | |
83 | ναντα Βοιωτὸν ἐν δείπνῳ· ἄδηλον γὰρ πότερον Εὐαίων ἀπέκτεινε Βοιωτὸν ἢ Βοιωτὸς Εὐαίωνα, ὅπερ ἐστὶ ψεῦδος· ἀλλὰ καὶ ὁ Λεωδάμαντος ἀδελφὸς πότερον Εὐαί‐ ων ἐστὶν ἢ Βοιωτός; ἐπὶ δὲ τῆς εὐθείας, ὡς παρ’ Ἡρο‐ | |
5 | δότῳ ἐν τῇ πρώτῃ· εἰσὶ δὲ καὶ Αἰγύπτιοι Κολχοί· ἄδηλον γὰρ πότερον οἱ Αἰγύπτιοι Κολχοί εἰσιν ἢ τοὐ‐ ναντίον οἱ Κολχοὶ Αἰγύπτιοι. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῆς γε‐ νικῆς καὶ δοτικῆς, Κολχῶν δὲ ὄντων Αἰγυπτίων· καί, Κολχοῖς δὲ οὖσιν Αἰγυπτίοις· ἐπὶ μὲν οὖν τῆς αἰτιατι‐ | |
10 | κῆς ἀναμφισβήτητόν ἐστιν, ἐπὶ δὲ τῶν ἄλλων πτώσεων φανερόν, ὅτι προσθέσει ἄρθρων οὐκέτι ἀμφίβολος γίνεται ἡ λέξις· εἰσὶ δὲ Αἰγύπτιοι οἱ Κολχοί· δῆλον γὰρ γέγονεν, ὅτι περὶ Κολχῶν λέγει, ὥς εἰσιν Αἰγύπτιοι. Ὁμοίως δὲ ἔσται καὶ σύντομος ἡ διήγησις ἐκ τῶν | |
15 | πραγμάτων καὶ τῆς λέξεως. ἔστι γὰρ ἡ συντομία λόγος τὰ καιριώτατα τῶν πραγμάτων σημαίνων, μήτε προστι‐ θεὶς τὸ μὴ ἀναγκαῖον μήτε ἀφαιρῶν τὸ ἀναγκαῖον κατὰ τὰ πράγματα καὶ τὴν λέξιν. ἐκ μὲν οὖν τῶν πραγμάτων, ὅταν μήτε συλλαμβάνωμεν ἅμα [τὰ] πολλὰ πράγματα, μήθ’ | |
20 | ἑτέροις ἐπεμβάλλωμεν, παραλείπωμέν τε ὅσα συνυπα‐ κούεσθαι δοκεῖ, μήτε πόρρωθεν ἀρχώμεθα, μήτε εἰς τὰ παρέλκοντα τὸν λόγον καταναλίσκωμεν, ὡς οἱ μετὰ τὰ πράγματα εἰωθότες διηγεῖσθαι. ταῦτα γὰρ ἂν ἴσως ἱστο‐ ρίᾳ πρέποι, τό τε μηκύνειν καὶ τὸ πόρρωθεν ἄρχεσθαι | |
25 | καὶ ἐπεξεργάζεσθαί τινα τῶν παρέργων εἶναι δοκούντων. διήγησιν δὲ λέγων τις πρὸς τὸ κεφάλαιον τοῦ ὅλου πράγ‐ ματος, ὃ προὔθετο, ἀποβλέπειν ὀφείλει τὰ εἰς τοῦτο συντελοῦντα μόνα ἐν τῇ διηγήσει παραλαμβάνων, οἷον ἐπὶ τοῦ Κύλωνος, εἰ μέν τις ἱστορίαν περὶ αὐτοῦ συγ‐ | |
30 | γράφει, προσήκει καὶ τίνων προγόνων ἦν καὶ τίνος πα‐ τρός τε καὶ μητρὸς καὶ ἄλλα πάμπολλα λέγειν, τό τε ἀγώ‐ | |
νισμα, ὃ ἠγωνίζετο ἐν Ὀλυμπίᾳ, καὶ ὅσας νίκας ἀνείλετο, | 83 | |
84 | καὶ τὰς Ὀλυμπιάδας ὀνομάζειν ἐφ’ ὧν ἐνίκα· διήγημα δέ τις περὶ αὐτοῦ λέγων οὐδὲν τῶν τοιούτων ἀκριβολο‐ γεῖσθαι δίκαιός ἐστι, καθάπερ ἐποίησεν Ἡρόδοτός τε καὶ Θουκυδίδης, ἑκάτερος τὸ Κυλώνειον ἄγος εἰπεῖν προ‐ | |
5 | θέμενος. ἐν δὲ τοῖς κατὰ τὴν λέξιν παρατηρητέον καὶ τὸ μήτε συνωνύμοις χρῆσθαι· τὰ γὰρ τὴν αὐτὴν ἔχοντα δύ‐ ναμιν ὀνόματα μακρότερον ποιεῖ τὸν λόγον οὐδὲν δέον, ὡς παρὰ Δημοσθένει ἐν τῶν Ὀλυνθιακῶν δευτέρῳ· δαιμονίᾳ τινὶ καὶ θείᾳ παντάπασιν ἔοικεν εὐ‐ | |
10 | εργεσίᾳ· μήτε λόγον ἀντὶ ὀνόματος ποιεῖν, οἷον ἀντὶ τοῦ ἀπέθανεν ἐξέλιπε τὸν βίον, καὶ ὅσα τούτοις ὅμοια. ἔτι δὲ καὶ τὰ συνυπακουόμενα πάντως συμπεριαιρετέον τῷ συντόμως ἀπαγγέλλειν βουλομένῳ, χρηστέον δὲ καὶ τοῖς ἁπλοῖς ὀνόμασι μᾶλλον ἢ τοῖς συνθέτοις, καὶ τοῖς | |
15 | βραχυτέροις μᾶλλον ἢ τοῖς μακροτέροις, ὅταν τὸ αὐτὸ σημαίνωσιν· εὐλαβητέον δὲ ὅμως μὴ λάθῃ τις ἐπιθυμίᾳ συντομίας εἰς ἰδιωτισμὸν ἢ ἀσάφειαν ἐκπεσών. Ὑπέρ γε μὴν τοῦ πιθανὴν εἶναι τὴν διήγησιν παρα‐ ληπτέον λέξεις μὲν προσφυεῖς τοῖς τε προσώποις καὶ | |
20 | τοῖς πράγμασι καὶ τοῖς τόποις καὶ τοῖς καιροῖς· πράγ‐ ματα δὲ ὅσα εἰκότα ἐστὶ καὶ ἀλλήλοις ἀκόλουθα. δεῖ δὲ καὶ τὰς αἰτίας βραχέως προστιθέναι τῇ διηγήσει, καὶ τὸ ἀπιστούμενον πιστῶς λέγειν, καὶ ἁπλῶς στοχάζεσθαι προσήκει τοῦ πρέποντος τῷ τε προσώπῳ καὶ τοῖς ἄλλοις | |
25 | στοιχείοις τῆς διηγήσεως κατά τε τὰ πράγματα καὶ κατὰ τὴν λέξιν. παράδειγμα δὲ ἡμῖν ἔσται τὸ ἐν ἀρχῇ τῆς δευτέρας τοῦ Θουκυδίδου περὶ Πλαταιέων καὶ Θηβαί‐ ων διήγημα· εἰκὸς γὰρ ἦν τοὺς Θηβαίους ἀεὶ διαφόρους ὄντας τοῖς Πλαταιεῦσι μαθόντας, ὅτι ἔσοιτο πόλεμος, | |
30 | ἐθελῆσαι προκαταλαβεῖν τὴν Πλάταιαν ἔτι ἐν εἰρήνῃ· ταῦτα δὲ βουλευσαμένους ἐκ μὲν τοῦ φανεροῦ μὴ ἐπι‐ | |
χειρεῖν, νυκτὶ δὲ ἀσελήνῳ ἐπιχειρῆσαι, καὶ πρὸς τού‐ | 84 | |
85 | τοις ἔχειν τινὰς Πλαταιέων, οἳ καὶ ἀνοίξουσιν αὐτοῖς τὰς πύλας μηδεμιᾶς φυλακῆς προκαθεστηκυίας διὰ τὰς σπονδάς, τούς τε προδιδόντας ἰδίου ἕνεκα ἐχθροῦ πρός τινας τῶν πολιτῶν, οὓς ᾤοντο διαφθεῖραι τούτων γινο‐ | |
5 | μένων, ἀλλὰ μὴ [τὸ] τοὺς Θηβαίους προδεδωκέναι. πι‐ θανὸν δὲ τὸ μὲν αἰσθανομένους τοὺς Πλαταιέας προ‐ κατειλημμένην τὴν πόλιν ἐξαπιναίως ὑπὸ τῶν πολεμίων, νομίσαι τε διὰ τὴν νύκτα πολλῷ πλείους εἰσεληλυθέναι, πρὸς ξύμβασίν τε χωρῆσαι, ὕστερον δὲ κατανοήσαντας | |
10 | οὐ πολλοὺς ὄντας ἐπιθέσθαι αὐτοῖς. καὶ θόρυβος δὲ πάνυ πιθανώτατος τῶν μὲν Πλαταιέων προσβαλλόντων τοῖς Θηβαίοις καὶ τῶν γυναικῶν καὶ τῶν οἰκετῶν ἅμα ἀπὸ τῶν οἰκιῶν κραυγῇ τε καὶ ὀλολυγῇ χρωμένων λί‐ θοις τε καὶ κεράμοις βαλλόντων τοὺς Θηβαίους, καὶ ὑε‐ | |
15 | τοῦ πολλοῦ ἐπιγενομένου νυκτός, πολλοὺς τῶν Θηβαίων διά τε πηλοῦ καὶ σκότους διωκομένων, ἀπειρίᾳ δὲ τῶν ὁδῶν οὐ δυναμένων ἐκφυγεῖν διαφθείρεσθαι. πιθανὸν δὲ τὸ καὶ κλεῖ‐ σαί τινα τὰς πύλας στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενον εἰς τὸν μοχλόν, πολὺ δὲ πιθανώτατον τὸ | |
20 | τῆς δούσης γυναικὸς πέλεκυν· εἰκὸς γὰρ ἦν γυναῖκα πρὸς ἐρήμοις πύλαις οἰκοῦσαν, θεασαμένην τοὺς πολε‐ μίους ἀποκεκλεισμένους φοβηθῆναι, μὴ ἀπελπίσαντας τὴν σωτηρίαν καὶ εἰς ἀπόνοιαν περιστάντας τραπέσθαι ἐπὶ τὸ κακῶς ποιεῖν, μάλιστα μὲν οὖν οὓς ἂν δύνωνται, | |
25 | πολὺ δὲ πρότερον τὰς πλησίον οἰκίας· ἐῶ γὰρ ὅτι κατὰ γυναῖκα ἦν ἐλεῆσαι καὶ πολεμίους νενικημένους· ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα, ἵνα μὴ μακρολογῶμεν. Οὐ μονοειδὴς δὲ τοῦ διηγήματος ἡ γυμνασία, ἀλλὰ καθάπερ ὁ μῦθος, καὶ ἀπαγγέλλεται καὶ κλίνεται καὶ | |
30 | συμπλέκεται [μύθῳ], συστέλλεταί τε καὶ ἐπεκτείνεται, ἔτι δὲ κατὰ τὴν ἀπαγγελίαν ἐναλλάττομεν τῶν κεφαλαίων | |
τὴν τάξιν, καὶ πρὸς τούτοις ἐστὶ καὶ τὴν αὐτὴν τάξιν φυ‐ | 85 | |
86 | λάττουσι κατὰ πολλοὺς καὶ ποικίλους τρόπους ποιεῖσθαι τὴν φράσιν· ἔτι δὲ καὶ ἐπιφωνεῖν διηγούμενον καὶ συμπλέκειν ἀλλήλαις δύο ἢ καὶ τρεῖς διηγήσεις κατὰ τὴν ἀπαγγελίαν· ἐφ’ ἅπασι δὲ τό τε ἀνασκευάζειν καὶ | |
5 | κατασκευάζειν. περὶ μὲν οὖν ἀπαγγελίας καὶ κλίσεως καὶ συμπλοκῆς, ἔτι δὲ συστολῆς τε καὶ ἐπεκτάσεως ἐν τῷ περὶ μύθων εἴρηται, τὴν δὲ ἀναστροφὴν τῆς τάξεως πολλαχῶς ποιησόμεθα· καὶ γὰρ ἀπὸ τῶν μέσων ἐστὶν ἀρξάμενον ἐπὶ τὴν ἀρχὴν ἀναδραμεῖν, εἶτα ἐπὶ τὰ τε‐ | |
10 | λευταῖα καταντῆσαι, ὅπερ ἐν Ὀδυσσείᾳ Ὅμηρος πεποίη‐ κεν· ἤρξατο μὲν γὰρ ἀπὸ τῶν χρόνων, καθ’ οὓς Ὀδυσ‐ σεὺς ἦν παρὰ Καλυψοῖ, εἶτα ἀνέδραμεν ἐπὶ τὴν ἀρχὴν μετά τινος οἰκονομίας γλαφυρᾶς· ἐποίει γὰρ τὸν Ὀδυσ‐ σέα τοῖς Φαίαξι τὰ καθ’ ἑαυτὸν διηγούμενον, εἶτα συνά‐ | |
15 | ψας τὴν λοιπὴν διήγησιν ἔληξεν εἰς τὰ τελευταῖα, μέ‐ χρι τοὺς μνηστῆρας ἀπέκτεινεν Ὀδυσσεύς, καὶ πρὸς τοὺς γονέας αὐτῶν φιλίαν ἐποιήσατο. καὶ Θουκυδίδης δὲ ἀπὸ τῶν περὶ Ἐπίδαμνον ἀρξάμενος ἀνέδραμεν ἐπὶ τὴν πεντηκονταετίαν, ἔπειτα κατῆλθεν ἐπὶ τὸν Πελοποννη‐ | |
20 | σιακὸν πόλεμον. ἔξεστι δὲ καὶ ἀπὸ τῶν τελευταίων ἀρ‐ ξάμενον ἐλθεῖν ἐπὶ τὰ μέσα, καὶ οὕτως ἐπὶ τὴν ἀρχὴν καταντῆσαι, ὅπερ Ἡρόδοτος διὰ τῆς τρίτης ἡμᾶς διδά‐ σκει λέγων οὕτω· πέμψας Καμβύσης εἰς Αἴγυ‐ πτον κήρυκα αἴτεε Ἄμασιν θυγατέρα, αἴτεε | |
25 | δὲ ἐκ συμβουλῆς ἀνδρὸς Αἰγυπτίου, ὃς μεμ‐ φόμενος Ἄμασιν ἔπρηξε ταῦτα, ὅτι μιν ἀπο‐ σπάσας γυναικός τε καὶ τέκνων ἔκδοτον ἐποίησεν εἰς Πέρσας· εἶτα καὶ τὰ αἴτια διηγεῖται, ὅτι ὁ τῶν Περσῶν βασιλεὺς ᾐτήκει παρὰ τοῦ Αἰγυπτίων | |
30 | βασιλέως ἰατρὸν ὀφθαλμῶν, ὃς εἴη ἄριστος· ἡ γὰρ κατὰ φύσιν ἦν τάξις τῆς διηγήσεως πρῶτον μὲν τὴν ὀφθαλ‐ | |
μίαν εἰπεῖν τοῦ Περσῶν βασιλέως, καὶ ὡς πέμψας εἰς | 86 | |
87 | Αἴγυπτον ᾔτησε παρὰ τοῦ βασιλεύοντος ἐκεῖ ἰατρὸν ὀφ‐ θαλμῶν, ὁ δὲ τοῦτον ἀναπέμπει, ἔπειτα ὅτι χαλεπῶς φέ‐ ρων ὁ ἰατρὸς γυναικός τε καὶ παίδων ἀπολειφθεὶς ἠμύ‐ νατο τὸν ἐκδόντα, συμβουλεύσας τῷ Περσῶν βασιλεῖ | |
5 | αἰτῆσαι θυγατέρα παρὰ τοῦ Αἰγυπτίων βασιλέως, ἵνα ἢ δοὺς ἀνιῷτο, ἢ μὴ δοὺς ἀπέχθοιτο. ἔτι δὲ καὶ ἀπὸ τῶν μέσων ἀρξάμενον ἐπὶ τὴν τελευτὴν ἐλθεῖν, εἶτα ἐν τού‐ τοις λῆξαι. καὶ πάλιν ἀπὸ τῶν τελευταίων ἀρξάμενον ἀναδραμεῖν ἐπὶ τὴν ἀρχὴν καὶ λῆξαι εἰς τὰ μέσα, καὶ ἔτι | |
10 | ἀπὸ τῶν πρώτων ἀρξάμενον μεταβαίνειν ἐπὶ τὰ τελευ‐ ταῖα, καὶ ἐν τοῖς μέσοις παύσασθαι. Κατὰ μὲν οὖν τὴν ἀναστροφὴν τῆς τάξεως οὕτως· ἐπεὶ δὲ εἰώθαμεν ἐκφέρειν τὰ πράγματα ἐνίοτε μὲν ὡς ἀποφαινόμενοι, ἐνίοτε δὲ ὡς πλέον τι τοῦ ἀποφαίνεσθαι | |
15 | ποιοῦντες, καὶ ἐνίοτε μὲν ὡς ἐρωτῶντες, ἄλλοτε δὲ ὡς πυνθανόμενοι, ἔσθ’ ὅτε δὲ ὡς ἐπαποροῦντες, καὶ ἄλλοτε μὲν ὡς προστάττοντες, ἄλλοτε δὲ ὡς εὐχόμενοι, καί ποτε μὲν ὡς ὀμνύοντες, ποτὲ δὲ ὡς προσαγορεύοντες, ἄλλοτε δὲ ὑποτιθέμενοι, ποτὲ δὲ προσδιαλεγόμενοι· ἐνδέχεται | |
20 | γὰρ κατὰ πάντας τούτους τοὺς τρόπους ἐκφέρειν ποικίλ‐ λοντας τὰς διηγήσεις· Θουκυδίδης μὲν οὖν ἐν ἀρχῇ τῆς δευτέρας τῶν ἱστοριῶν κατὰ τὸν τοῦ ἀποφαινομένου τρόπον ἐξήνεγκεν τὴν διήγησιν ταύτην· Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον | |
25 | περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων συμμαχίδα. ἡμεῖς δὲ εἰ βουλοίμεθα πλέον τι τοῦ ἀποφαίνεσθαι ποι‐ εῖν, οὕτως ἐροῦμεν· μεγάλων ὡς ἔοικε πραγμάτων αἰτία γέγονεν Ἀθηναίοις καὶ Λακεδαιμονίοις καὶ τοῖς ἐξ ἑκά‐ | |
30 | στων συμμάχοις Θηβαίων εἰς Πλάταιαν ἄφιξις· Θηβαί‐ ων γὰρ ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ | |
πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας | 87 | |
88 | καὶ οὕτω τὰ λοιπὰ τῆς διηγήσεως συνάψομεν. εἰ δὲ ἐρω‐ τᾶν βουλοίμεθα, οὕτως ἐροῦμεν· ἆρά γε ἀληθές ἐστιν, ὅτι Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιω‐ | |
5 | τίας; καὶ οὕτως ἐρωτηματικῶς τὰ μετὰ ταῦτα διελευσό‐ μεθα. οὕτω δ’ ἂν πυθοίμεθα, τίνες ἦσαν οἱ Θηβαίων ἄνδρες, οἳ ὀλίγῳ πλείους [ἦσαν] τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιω‐ τίας; καὶ τὰ λοιπὰ πυνθανόμενοι ἐποίσομεν. τὸ δὲ ἐπα‐ | |
10 | πορεῖν καὶ τὸ ἐρωτᾶν κατὰ μὲν τὴν προφορὰν οὐδὲν ἀλ‐ λήλων διήνεγκε, διόπερ τῷ ἑτέρῳ αὐτῶν ἀρκεσθησόμε‐ θα· ἐάν τε γὰρ ἐρωτῶμεν, ἐάν τε ἐπαπορῶμεν, οὕτως ἐξοίσομεν· ἆρ’ ἔστι πάντων ἀγρυπνία λαλίστατον; | |
15 | διαφέρειν δὲ δοκεῖ, ὅτι ὁ μὲν ἐρωτῶν ἀπόκρισιν ἐπιζητεῖ, ὁ δὲ ἐπαπορῶν οὐ πάντως, ἀλλὰ μόνον πρὸς ἑαυτὸν ἀπο‐ ρεῖ. εἰ δὲ προστάττειν βουλοίμεθα, οὕτω ποιήσομεν· ὑποθησόμεθα γὰρ ἐν τοῖς τελευταίοις τῆς διηγήσεως, μετὰ τὴν τῶν εἰσελθόντων εἰς Πλαταιὰς ἀναίρεσιν, ἕνα | |
20 | τινὰ παραινοῦντα ἢ τοῖς Θηβαίοις ἢ τοῖς Πλαταιεῦσιν οὕτως· ἄγετε, ὦ Πλαταιεῖς, ὅπως ἄξιοι τῆς πόλεως ἔσε‐ σθε, καὶ τῶν προγόνων πρὸς Πέρσας τε καὶ Μαρδόνιον ἠγωνισμένων, καὶ τῶν ἐν τῇ χώρᾳ τῇ ὑμετέρᾳ κειμένων, δείξατε τοῖς Θηβαίοις, ὅτι μὴ δίκαια ποιοῦσιν ἀξιοῦντες | |
25 | μὲν ὑμᾶς σφίσιν ὑπακούειν καὶ δουλεύειν, οὐκ ἐθέλον‐ τας δὲ πολέμῳ βιαζόμενοι παρὰ τοὺς ὅρκους καὶ τὰς συν‐ θήκας, ὀλίγῳ πλείους τριακοσίων, [εἶτα] εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς τὴν πόλιν τὴν ὑμετέραν, οὖσαν Ἀθηναίων συμμαχίδα· καὶ ὡσαύτως τὰ ἑξῆς ὡς | |
30 | πρὸς Πλαταιεῖς διηγησόμεθα. εἰ δὲ ὑποθοίμεθα τὴν πα‐ ρακέλευσιν γίνεσθαι πρὸς τοὺς Θηβαίους, οὕτως ἐροῦ‐ | |
μεν· ἄγετε, ὦ Θηβαῖοι, ὅπως φανήσεσθε αὑτῶν τε καὶ | 88 | |
89 | τῶν πατέρων ἄξιοι καὶ τῆς ἀρχῆς, ἣν ἔχετε, συμπάσης τῆς Βοιωτίας, καὶ δείξατε τοῖς Πλαταιεῦσιν, ὅτι δοῦλοι ὄντες ὑμέτεροι οὐ μόνον ἀποδεδράκασι πρὸς Ἀθηναίους, ἀλλὰ καὶ ἄνδρας ὑμετέρους ὀλίγῳ πλείους τριακοσίων, | |
5 | ἐλθόντας περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς τὴν Πλά‐ ταιαν τὴν ἑαυτῶν, διέφθειραν. καὶ τοῦτον τὸν τρόπον καὶ τὰ λοιπὰ διηγησόμεθα. ἔστι δὲ καὶ οὕτω πρόσταξιν ποιήσασθαι, εἰ ὑποθοίμεθά τινα τοῖς Θηβαίοις, πρὶν γενέσθαι τὴν εἰς Πλάταιαν εἴσοδον, προστάττοντα, ἃ δὴ | |
10 | καὶ ἔπραξαν· ἄγετε, ὦ Θηβαῖοι, ὅπως ἄνδρες ἐξ ὑμῶν ὀλίγῳ πλείους τριακοσίων εἰσέλθωσι περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τὴν ὑμετέραν, νῦν δ’ οὖσαν Ἀθηναίων συμμαχίδα· καὶ τὰ ἑξῆς, ὡς ἂν ἐνδέχηται, κα‐ τὰ τοῦτον τὸν τρόπον διεξελευσόμεθα. εἰ δὲ εὐχοίμεθα, | |
15 | οὕτως ἐροῦμεν· εἴθε μηδέποτε Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων συμμαχίδα· καὶ μέχρι τέλους κατὰ τὸν τοῦ εὐχομένου τρόπον διηγησόμεθα. οὐκ ἄδηλος δὲ ὁ τρόπος, πῶς | |
20 | κατὰ τὴν ὀμοτικὴν προφορὰν ἡ διήγησις ἐξενεχθήσεται· τὴν δὲ προσαγορευτικὴν παραιτούμεθα, ὅτι καὶ πρότε‐ ρον ἐπὶ τῶν κατὰ τὰς πτώσεις ἐγκλίσεων ἤδη παραδεδώ‐ καμεν ἐπὶ τῆς κλητικῆς. ὑποτιθέμενοι δὲ οὕτως ἐροῦ‐ μεν· ὑποθώμεθα γάρ, Θηβαίων ἄνδρας, ὀλίγῳ πλείους | |
25 | τριακοσίων, εἰσελθεῖν περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων συμμαχί‐ δα· ἀνοῖξαι δ’ αὐτοῖς τὰς πύλας Ναυκλείδην τε καὶ τοὺς μετ’ αὐτοῦ μηδεμιᾶς φυλακῆς προκαθεστηκυίας διὰ τὰς σπονδάς, καὶ οὕτω τὰ μετὰ ταῦτα. εἰ δὲ διαλογικῶς ἀπαγ‐ | |
30 | γέλλειν βουλοίμεθα, ὑποθησόμεθά τέ τινας ἀλλήλοις δια‐ λεγομένους περὶ τῶν πεπραγμένων, καὶ τὸν μὲν διδά‐ | |
σκοντα τὸν δὲ μανθάνοντα τὰ γεγενημένα, οἷον πολλά‐ | 89 | |
90 | κις μέν σε καὶ πρότερον ἐπῆλθεν ἔρεσθαί μοι περὶ τῶν ἐν Πλαταιαῖς συμβεβηκότων Θηβαίοις τε καὶ Πλαταιεῦσιν, ἀτὰρ καὶ νῦν ἡδέως ἂν ἀκούσαιμι, εἴ σοι ἐν καιρῷ ἐστι διηγήσασθαι. ἀλλὰ νὴ Δία καιρός ἐστι, καὶ δὴ καὶ ἤδη | |
5 | σοι λέγω, εἴπερ, ὥς φῃς, ἐπιθυμίαν ἔχεις ἀκοῦσαι περὶ τούτων· Θηβαῖοι γὰρ ἀεὶ διάφοροι ὄντες τοῖς Πλαται‐ εῦσιν ἐβούλοντο τὴν Πλάταιαν ἐν εἰρήνῃ προκαταλαβεῖν. ἄνδρες οὖν ἐξ αὐτῶν ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς τὴν πόλιν, οὖσαν Ἀθη‐ | |
10 | ναίων συμμαχίδα. πῶς οὖν νυκτὸς οὔσης καὶ τῶν πυ‐ λῶν κεκλεισμένων, ἔτι δὲ καὶ φυλακῆς καθεστηκυίας ῥᾳ‐ δίως ἔλαθον εἰσελθόντες; μικρὸν μὲν ἔφθης, ἐπεὶ καὶ αὐτὸς ἔμελλον εἰπεῖν, ὅτι τὰς πύλας ἀνέῳξαν αὐτοῖς ἄν‐ δρες, Ναυκλείδης τε καὶ οἱ μετ’ αὐτοῦ, φυλακῆς οὐδεμι‐ | |
15 | ᾶς προκαθεστηκυίας διὰ τὴν εἰρήνην, καὶ τὰ ἑξῆς. τὸν αὐτὸν τρόπον διεξελευσόμεθα ἐρωτῶντές τε καὶ ἀποκρι‐ νόμενοι κατὰ τὸν διαλεκτικὸν νόμον, ἔτι δὲ ἀποφαινό‐ μενοι τὰ πράγματα ποτὲ μὲν καταφάσκομεν, οἷον Θέων διαλέγεται· ἔστι δὲ μὴ μόνον καταφάσκοντας ἀλλὰ καὶ | |
20 | ἀποφάσκοντας ἐκφέρειν τὰς διηγήσεις, καταφάσκοντας μέν, ὡς ἔφαμεν τὸν Θουκυδίδην τὴν διήγησιν ἐξενηνοχέ‐ ναι· ἀποφάσκοντας δέ, οἷον οὔτε Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων | |
25 | ξυμμαχίδα, οὔτε τὰς πύλας ἀνέῳξαν Ναυκλείδης τε καὶ οἱ μετ’ αὐτοῦ, καὶ οὕτω μέχρι τέλους. ἔστι δὲ καὶ ἄλλος τρόπος ἀσύνδετος καλούμενος, ὅταν τοὺς συνδέοντας τὴν φράσιν συνδέσμους παραλείπωμεν, οἷον Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον | |
30 | ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων συμμαχίδα· ἀνέῳξαν αὐτοῖς τὰς πύλας Ναυ‐ | |
κλείδης τε καὶ οἱ μετ’ αὐτοῦ, ἔθεντο εἰς τὴν ἀγορὰν τὰ | 90 | |
91 | ὅπλα. ὁμοίως δὲ καὶ τὰ ἑξῆς. καὶ παρὰ Δημοσθένει Ἀμ‐ φίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόννησον, οὐδενὸς τού‐ των μέμνημαι. ἔτι καὶ πάλιν· ἀλλ’ ἐφ’ Ἑλλήσποντον οἴ‐ χεται, πρότερον ἧκεν ἐπ’ Ἀμβρακίαν, Ἦλιν ἔχει, τηλι‐ | |
5 | καύτην πόλιν ἐν Πελοποννήσῳ· Μεγάροις ἐπεβούλευσε πρῴην. ἔστι δὲ καὶ τούτους ἀλλήλοις ἐπιπλέκειν τοὺς τρόπους καὶ μικτὸν ἐκ δυοῖν ἢ πλειόνων ποιεῖν, ὡς τοῦ διηγήματος τὰ μὲν ἀπαγγεῖλαι κατὰ τὸν τοῦ ἀποφαινο‐ μένου τρόπον, τὰ δὲ ἀσυνδέτως, τὰ δὲ ὅπως ἄν τις βού‐ | |
10 | λοιτο ποικίλλων τὴν φράσιν. Ἐπιφωνεῖν δὲ διηγήσει ἐστὶ τὸ καθ’ ἕκαστον μέρος τῆς διηγήσεως γνώμην ἐπιλέγειν, τὸ δὲ τοιοῦτον οὔθ’ ἱστορίᾳ πρέπον ἐστὶν οὔτε πολιτικῷ λόγῳ, θεάτρῳ δὲ καὶ σκηνῇ μᾶλλον ἐπιτήδειον. διὸ καὶ παρὰ τοῖς τοιούτοις | |
15 | ποιηταῖς ἐπιπλεῖστόν ἐστιν, ὡς παρὰ Μενάνδρῳ πολλα‐ χοῦ μὲν ἀλλαχόθι, καὶ ἐν ἀρχῇ δὲ τοῦ τε Δαρδάνου καὶ τοῦ ξενολόγου, ἀνδρὸς πένητος υἱός, ἐκτεθραμμένος οὐκ ἐξ ὑπαρχόντων, ὁρῶν ᾐσχύνετο | |
20 | τὸν πατέρα μίκρ’ ἔχοντα· παιδευθεὶς γὰρ εὖ τὸν καρπὸν εὐθὺς ἀπεδίδου καλόν. ὁ γὰρ τελευταῖος στίχος ἐκ περιττοῦ πρόσκειται θηρώ‐ μενος μόνον τὸν παρὰ τῶν θεατῶν ἔπαινον. ὅταν μέν‐ τοι μὴ συνεχῶς ἐγκαταμιγνύῃ τις, καὶ λανθάνῃ ταῦτα τὰ | |
25 | γνωμικά, ἐπιχαρίς πως ἡ διήγησις γίνεται, ὡς παρὰ Ἡ‐ ροδότῳ ἐν τῇ πρώτῃ· λέγων γὰρ περὶ τοῦ ἀνθρωπείου βίου, ὡς οὐκ ἔστι σταθερὸς ἀλλὰ πολλὰς ἐν ἑαυτῷ ἔχει τὰς μεταβολάς, ἔπειτα ἐξαριθμησάμενος ὅσων ἡμερῶν ἐστιν ἀνθρωπίνη ζωή, ὡς ἑβδομήκοντα ἔτη, ἐπιφέρει· | |
30 | τούτων τῶν ἁπασέων ἡμερέων ἡ ἑτέρη αὐ‐ τέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐδὲν ὅμοιον | |
εἰσάγει πρῆγμα, εἶτα ἐπιφωνεῖ τοῦτον τὸν τρόπον· | 91 | |
92 | οὕτως, ὦ Κροῖσε, πᾶς ἐστιν ἄνθρωπος συμ‐ φορή. ὡς καὶ ὁ Γύγης πρὸς τὸν Κανδαύλην λέγει· δέ‐ σποτα, τίνα λόγον ἔχεις οὐχ ὑγιέα, κελεύων δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνήν; ἅμα | |
5 | δὲ χιτῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδὼ γυνή. καὶ μὴν καὶ παρὰ τοῖς ῥήτορσιν εὕροιμεν ἄν, οὐχ’ ἥκιστα καὶ παρὰ τῷ πολιτικωτάτῳ Δημοσθένει καὶ ἐν τοῖς πολιτικωτάτοις αὐτοῦ λόγοις· ἐν γὰρ τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν διηγούμενος περὶ τοῦ Φιλίπ‐ | |
10 | που, ὅτι περὶ αὑτὸν ἔχει μίμους γελοίων καὶ ποιητὰς αἰ‐ σχρῶν ᾀσμάτων, καὶ οὕς γε ἡ πόλις Ἀθηναίων ἐξέβα‐ λεν ὡς ἀσελγεστάτους ὄντας, καὶ ὅτι τοιοῦτος ὢν Φίλιπ‐ πος εἰκότως λανθάνει πάντας ἀνθρώπους τῷ κατορ‐ θοῦν ἐν τοῖς πολέμοις, μετὰ ταῦτα ἐπιφωνεῖ· αἱ γὰρ | |
15 | εὐπραξίαι δειναὶ συγκρύψαι καὶ συσκιάσαι τὰ τοιαῦτα ὀνείδη. ἔστι δὲ καὶ ἀνάπαλιν προθέντα γνωμικὸν λόγον διηγήσασθαι, καθάπερ καὶ ἐπὶ τοῦ μύ‐ θου παρεσημειωσάμεθα, οἷον καὶ παρὰ Μενάνδρῳ ἐν τῇ χρηστῇ ἐπικλήρῳ, | |
20 | ἆρ’ ἐστὶ πάντων ἀγρυπνία λαλίστατον; εἶτα ἑξῆς τὸ διήγημα. ἐμὲ γοῦν ἀναστήσασα δευρὶ προάγεται λαλεῖν ἀπ’ ἀρχῆς πάντα τὸν ἐμαυτοῦ βίον. Διήγησιν δὲ διηγήσει συμπλέκειν ἐστίν, ὅταν δύο διη‐ | |
25 | γήσεις ἢ καὶ πλείους ἅμα διηγεῖσθαι ἐπιχειρῶμεν, τοῦ‐ το δὲ μάλα ἐπετήδευσαν οἱ ἀπὸ Ἰσοκράτους καὶ αὐτὸς ὁ Ἰσοκράτης ἐν τῷ πανηγυρικῷ οὕτως· ἦλθον οἵ θ’ Ἡρακλέους παῖδες, καὶ μικρὸν πρὸ τούτων Ἄδραστος ὁ Ταλαοῦ, βασιλεὺς ὢν Ἄργους, | |
30 | οὗτος μὲν ἐκ τῆς στρατείας τῆς ἐπὶ Θήβας δεδυστυχηκώς καὶ τὰ ἑξῆς· καὶ πάλιν· ἔτι γὰρ | |
ταπεινῆς οὔσης τῆς Ἑλλάδος ἦλθον εἰς τὴν | 92 | |
93 | χώραν ἡμῶν Θρᾷκες μὲν μετὰ Εὐμόλπου τοῦ Ποσειδῶνος, Σκύθαι δὲ μετὰ Ἀμαζόνων, τῶν Ἄρεως θυγατέρων, οὐ κατὰ τὸν αὐτὸν χρόνον καὶ τὰ ἑξῆς. | |
5 | Περὶ δὲ ἀνασκευῆς καὶ κατασκευῆς εἴπομεν ὅτι οἱ αὐτοὶ τόποι χρήσιμοι, οἵπερ καὶ πρὸς τοὺς μύθους, ἐν δὲ τοῖς διηγήμασι καὶ οἱ ἀπὸ τοῦ ψευδοῦς καὶ ἀδυνάτου τόποι ἁρμόττουσιν, ὅπερ ποιεῖ Θουκυδίδης μὲν ἀνα‐ σκευάζων τὸ μὴ τύραννον ὄντα Ἵππαρχον ὑπὸ τῶν περὶ | |
10 | τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα ἀναιρεθῆναι, Ἡρόδο‐ τος δὲ ἐναντιούμενος τοῖς ἀποφαινομένοις Αἰγύπτιον εἶναι μητρόθεν τὸν Καμβύσην. οὐκ ἀεὶ μὲν οὖν οἷόν τε ἐκ πάντων τῶν τόπων ἐν τοῖς διηγήμασιν ἐπιχειρεῖν, ἐὰν δέ ποτε ἐγγένηται, ταύτῃ τῇ τάξει χρησόμεθα, πρῶ‐ | |
15 | τον μὲν ἀπὸ τοῦ ἀσαφοῦς, καθ’ ὅσους τρόπους περὶ σα‐ φηνείας εἴπομεν, δεύτερον δὲ ἀπὸ τοῦ ἀδυνάτου ἐπι‐ χειρήσομεν, δεικνύντες ὅτι ἀδύνατον τὸ πρᾶγμα οὕτω γενέσθαι, ὥς φησιν ὁ συγγραφεὺς ἤτοι διὰ τὸ μηδ’ ὅλως πεφυκέναι γίνεσθαι, ἢ διὰ τὸ μὴ κατὰ τὸν αὐτὸν χρόνον | |
20 | εἶναι τὰ ἱστορούμενα, οἷον πρὸς τοὺς λέγοντας, ὅτι Ἡ‐ ρακλῆς ἀπέκτεινε Βούσιριν· κατὰ γὰρ Ἡσίοδον πρεσβύ‐ τερος Ἡρακλέους ἐστὶν ὁ Βούσιρις ἕνδεκα γενεαῖς. καὶ ὅλως πρὸς τὰ πολλὰ τῶν τοιούτων ἀφορμὰς ἕξομεν λόγων ἐκ τῶν Ἀρίωνος ἐλέγχων. ἔπειτα δὲ καὶ εἰ δυ‐ | |
25 | νατὸν ὑποθοίμεθα τὸ πρᾶγμα, λεκτέον ὅτι ἀπίθανόν ἐστιν· εἰ δὲ καὶ πιθανόν ἐστι, σκεψόμεθα εἰ ψευδές ἐστιν· εἰ δὲ ἀληθὲς φανείη, ἑξῆς ζητήσομεν, εἰ ἐλλείπει τι ἢ πλεονάζει· ἔπειτα δὲ ὅτι μάχεται κατὰ τὴν διήγησιν αὐτὸς ἑαυτῷ ὁ συγγραφεύς· πρὸς δὲ τούτοις μεμψόμεθα | |
30 | καὶ τὴν τάξιν τῶν κεφαλαίων, εἰ μὴ προσηκόντως εἴη γεγενημένη. εἰ δὲ ταῦτα πάντα κατὰ τρόπον εἴη διατε‐ | |
θειμένα, ἀλλ’ ὡς ἀπρεπές τε καὶ ἀσύμφορον δεικτέον· | 93 | |
94 | ἔστι γὰρ τῶν πραγμάτων ἃ πραχθῆναι μὲν οὐκ ἐχρῆν, φθάσαντα δὲ πραχθῆναι σιωπᾶσθαι συμφέρει, οἷον εἴ τις τὸν Λοκρὸν Αἴαντα τοιαῦτα εἰπὼν εἰς τὴν Ἀθηνᾶν ἀσεβῆσαι οἷα λέγεται, ἔπειτα ὑπόθοιτο μήτε ἐν τῇ θα‐ | |
5 | λάττῃ μήτε οἴκοι κακόν τι αὐτὸν πεπονθότα, ἐν γήρᾳ μετ’ εὐδαιμονίας τετελευτηκέναι. ῥᾳδίως δὲ καὶ πλειόνων εὐπορήσομεν ἐπιχειρημάτων, ἐὰν καθ’ ἕκαστον τῶν πα‐ ραδεδομένων τόπων ἐπιχειροῦντες χρώμεθα καὶ τοῖς κα‐ λουμένοις στοιχείοις, ἐξ ὧν ἅπασα πρᾶξις ὑφίσταται· | |
10 | ἔστι δὲ ταῦτα ἐξ ὧν προείπομεν, πρόσωπον, πρᾶγμα, τόπος, χρόνος, τρόπος, αἰτία. Παραδείγματος δὲ ἕνεκα ὁ λόγος ἡμῖν ἔστω ἐφ’ ἑνὸς τόπου τοῦ ἀπιθάνου. ἐὰν τοίνυν ἀνασκευάζωμεν τὴν διήγησιν ἐκ τοῦ ἀπιθάνου, οὕτως ἐπεξελευσόμεθα, δει‐ | |
15 | κνύντες ὅτι καὶ τὸ πρόσωπον ἀπίθανόν ἐστι καὶ τὸ πραχ‐ θὲν καὶ ὁ τόπος, ἐν ᾧ ἡ πρᾶξις, ὁμοίως δὲ καὶ ὁ χρόνος καὶ ὁ τρόπος καὶ ἡ αἰτία τῆς πράξεως, οἷον ἐπὶ τῆς Μη‐ δείας ἐκ μὲν τοῦ προσώπου, ὅτι ἀπίθανόν ἐστι μητέρα κακῶς ποιῆσαι τέκνα, ἐκ δὲ τῆς πράξεως, ὅτι οὐκ εἰκός | |
20 | ἐστιν ἀποσφάξαι· ἐκ δὲ τοῦ τόπου, ὅτι οὐκ ἂν ἀπέκτει‐ νεν ἐν Κορίνθῳ, ὅπου διέτριβεν Ἰάσων ὁ τῶν παίδων πατήρ· ἐκ δὲ τοῦ χρόνου, ὅτι ἀπίθανόν ἐστιν ἐν τούτῳ τῷ χρόνῳ, ἐν ᾧ αὐτὴ μὲν ἐτεταπείνωτο τοῦ ἀνδρὸς ἐκπε‐ σοῦσα ξένη γυνή, ὁ δὲ Ἰάσων μείζω δύναμιν προσειλήφει | |
25 | γήμας Γλαύκην τὴν Κρέοντος τοῦ βασιλέως τῶν τόπων θυγατέρα· ἐκ δὲ τοῦ τρόπου, ὅτι ἐπειράθη ἂν λαθεῖν καὶ οὐκ ἂν ξίφει διεχρήσατο, ἀλλὰ φαρμάκῳ ἄλλως τε καὶ φαρμακὶς οὖσα· ἐκ δὲ τῆς αἰτίας, ὅτι ἀπίθανόν ἐστι δι’ ὀργὴν τὴν πρὸς τὸν ἄνδρα ἀπεκτονέναι τὰ τέκνα· οὐ | |
30 | γὰρ ἴδιον τοῦ Ἰάσονος, ἀλλὰ καὶ αὐτῆς κοινὸν ἐγένετο τὸ ἀτύχημα, καὶ μᾶλλον αὐτῆς, ὅσῳ μαλακώτεραί πως αἱ | |
γυναῖκες πρὸς τὰ πάθη. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων | 94 | |
95 | τόπων ἐφοδεύσομεν κατὰ τὰ ἑξῆς στοιχεῖα ἐπιχειροῦντες ἐξ ὧν ἂν δυνατὸν ᾖ, ἐκ δὲ τῶν ἐναντίων τόπων κατα‐ σκευάσομεν. οἱ δ’ αὐτοὶ οὗτοι ἁρμόττουσι καὶ πρὸς τὰς μυθικὰς διηγήσεις τάς τε ὑπὸ τῶν ποιητῶν καὶ τὰς ὑπὸ | |
5 | τῶν ἱστορικῶν λεγομένας περί τε θεῶν καὶ ἡρώων, ἔτι τε καὶ τῶν ἐξηλλαγμένων κατὰ φύσιν, οἷά τινες ἱστοροῦσι περὶ Πηγάσου καὶ Ἐριχθονίου καὶ Χιμαίρας καὶ Ἱππο‐ κενταύρων καὶ τῶν παραπλησίων. τὸ δὲ μὴ μόνον ἀνα‐ σκευάζειν τὰς τοιαύτας μυθολογίας, ἀλλὰ καὶ ὅθεν παρ‐ | |
10 | εῤῥυηκεν ὁ τοιοῦτος λόγος ἀποφαίνειν τελεωτέρας ἐστὶν ἕξεως ἢ κατὰ τοὺς πολλούς, ὅπερ πεποίηκεν Ἡρόδοτος μὲν ἐν τῇ δευτέρᾳ περὶ τῶν πελειάδων διηγούμενος, ὡς ἐξέπτησαν ἐξ Αἰγύπτου, καὶ ἡ μὲν εἰς Δωδώνην, ἡ δὲ εἰς Ἄμμωνος ἀφίκετο, ἐξηγούμενός τε τὸ μυθολόγημά φη‐ | |
15 | σιν, ὅτι παρθένοι τινὲς ἐκ Θηβῶν τῶν Αἰγυπτίων ἦσαν ἱέρειαι, ὧν ἡ μὲν εἰς Δωδώνην ἐπράθη, ἡ δὲ εἰς Ἄμμω‐ νος, καὶ ἐπειδὴ βαρβαριστὶ ἐφθέγγοντο καὶ ἀξυνέτως τοῖς ἐπιχωρίοις, λόγος κατέσχεν ὡς ὄρνιθες ἦσαν. Πλά‐ των δὲ ἐν τῷ Φαίδρῳ τὸ περὶ τῆς Ὠρειθυίας καὶ τοῦ Βο‐ | |
20 | ρέου διήγημα οὐκ ἀποδεχόμενός φησι τὴν Ὠρείθυιαν πνεῦμα βορέου κατὰ τῶν πλησίον πετρῶν σὺν Φαρμα‐ κείᾳ παίζουσαν ὦσαι, καὶ οὕτω δὴ λεχθῆναι ὑπὸ τοῦ βο‐ ρέου ἀνάρπαστον γεγονέναι. καὶ μέντοι καὶ Ἔφορος ἐν τῇ τετάρτῃ χρῆται τούτῳ τῷ τρόπῳ, ὅτι ἄρα Τιτυὸς | |
25 | μὲν ἦν Πανοπέως δυνάστης, ἀνὴρ παράνομος καὶ βίαιος, Πύθων δὲ θηριώδης τὴν φύσιν, δράκων ἐπικαλούμε‐ νος, οἱ δὲ περὶ τὴν πάλαι μὲν Φλέγραν, νῦν δὲ Παλ‐ λήνην ὀνομαζομένην κατοικοῦντες ἦσαν ἄνθρωποι ὠμοὶ καὶ ἱερόσυλοι καὶ ἀνθρωποφάγοι, οἱ καλούμενοι Γίγαν‐ | |
30 | τες, οὓς Ἡρακλῆς λέγεται χειρώσασθαι τὴν Τροίαν ἑλών, καὶ διὰ τὸ κρατῆσαι τοὺς περὶ τὸν Ἡρακλέα ὀλίγους | |
ὄντας τῶν Γιγάντων πολλῶν ὄντων καὶ ἀσεβῶν θεῶν | 95 | |
96 | ἔργον ἅπασιν ἐδόκει γεγονέναι τὸ περὶ τὴν μάχην, καὶ ὅσα ἄλλα τοιαῦτα ἐπιλύεται περὶ τοῦ Λυκούργου καὶ Μίνωος καὶ Ῥαδαμάνθυος καὶ Διὸς καὶ κουρήτων καὶ τῶν ἄλλων τῶν ἐν τῇ Κρήτῃ μυθολογουμένων· καὶ Πα‐ | |
5 | λαιφάτῳ τῷ Περιπατητικῷ ἐστιν ὅλον βιβλίον περὶ τῶν ἀπίστων ἐπιγραφόμενον, ἐν ᾧ τὰ τοιαῦτα ἐπιλύεται, οἷον ὅτι Κένταυροι μὲν ὑπελήφθησαν οἱ πρῶτοι ἐπὶ ἵπ‐ ποις ὀχούμενοι ὀφθέντες, Διομήδης δὲ Θρᾷξ ἐς ἱππο‐ τροφίαν ἐξαναλωθεὶς ἐλέχθη ὑπὸ τῶν αὑτοῦ ἵππων | |
10 | ἀπολωλέναι, κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ Ἀκταίων ὑπὸ τῶν κυνῶν, ἡ δὲ Μήδεια βάπτουσα τὰς ἐπὶ τῆς κεφαλῆς τῶν ἀνθρώπων πολιὰς καὶ μελαίνας ποιοῦσα ἐφημίσθη τοὺς γέροντας εἰς λέβητα κατακόπτουσα νέους ποιεῖν, καὶ τὰ παραπλήσια τούτοις. | |
15 | Καὶ περὶ μὲν τῶν τρόπων τῆς γυμνασίας τοσαῦτα, καὶ ὅτι κατ’ αὐτοὺς δυνατόν ἐστι γυμνάσασθαι κἀν τοῖς μύθοις. | |
18t | ΠΕΡΙ ΧΡΕΙΑΣ. | |
19 | Χρεία ἐστὶ σύντομος ἀπόφασις ἢ πρᾶξις μετ’ εὐ‐ | |
20 | στοχίας ἀναφερομένη εἴς τι ὡρισμένον πρόσωπον ἢ ἀνα‐ λογοῦν προσώπῳ, παράκειται δὲ αὐτῇ γνώμη καὶ ἀπο‐ μνημόνευμα· πᾶσα γὰρ γνώμη σύντομος εἰς πρόσω‐ πον ἀναφερομένη χρείαν ποιεῖ. καὶ τὸ ἀπομνημόνευμα δὲ πρᾶξίς ἐστιν ἢ λόγος βιωφελής. διαφέρει δὲ ἡ μὲν | |
25 | γνώμη τῆς χρείας τέτρασι τοῖσδε, τῷ τὴν μὲν χρείαν πάν‐ τως ἀναφέρεσθαι εἰς πρόσωπον, τὴν δὲ γνώμην οὐ πάν‐ τως, καὶ τῷ ποτὲ μὲν τὸ καθόλου, ποτὲ δὲ τὸ ἐπὶ μέ‐ ρους ἀποφαίνεσθαι τὴν χρείαν, τὴν δὲ γνώμην κα‐ θόλου μόνον· ἔτι δὲ τῷ χαριεντίζεσθαι τὴν χρείαν ἐνίοτε | |
30 | μηδὲν ἔχουσαν βιωφελές, τὴν δὲ γνώμην ἀεὶ περὶ τῶν ἐν | 96 |
97 | τῷ βίῳ χρησίμων εἶναι· τέταρτον ὅτι ἡ μὲν χρεία πρᾶ‐ ξις ἢ λόγος ὑπάρχει, ἡ δὲ γνώμη λόγος ἐστὶ μόνον. τὸ δὲ ἀπομνημόνευμα δυσὶ τοῖσδε κεχώρισται τῆς χρείας· ἡ μὲν γὰρ σύντομος, τὸ δὲ ἀπομνημόνευμα ἔσθ’ ὅτε | |
5 | ἐπεκτείνεται, καὶ ἡ μὲν ἀναφέρεται εἴς τινα πρόσωπα, τὸ δὲ ἀπομνημόνευμα καὶ καθ’ ἑαυτὸ μνημονεύεται. εἴρηται δὲ χρεία κατ’ ἐξοχήν, ὅτι μᾶλλον τῶν ἄλλων πρὸς πολλὰ χρειώδης ἐστὶ τῷ βίῳ, καθάπερ καὶ Ὅμηρον πολ‐ λῶν ὄντων ποιητῶν κατ’ ἐξοχὴν τοῦτον μόνον καλεῖν | |
10 | εἰώθαμεν ποιητήν. Τῆς δὲ χρείας τὰ ἀνωτάτω γένη τρία· αἱ μὲν γάρ εἰσι λογικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ μικταί. λογικαὶ μέν εἰσιν αἱ χωρὶς πράξεως διὰ λόγων ἔχουσαι τὸ κῦρος, οἷον Διο‐ γένης ὁ φιλόσοφος ἐρωτηθεὶς ὑπό τινος, πῶς ἂν ἔνδοξος | |
15 | γένοιτο, ἀπεκρίνατο, ὅτι ἥκιστα δόξης φροντίζων· τῶν δὲ λογικῶν εἴδη δύο, ἀποφαντικὸν καὶ ἀποκριτικόν· τοῦ δὲ ἀποφαντικοῦ αἱ μέν εἰσι καθ’ ἑκούσιον ἀπόφασιν, οἷ‐ ον Ἰσοκράτης ὁ σοφιστὴς τοὺς εὐφυεῖς τῶν μαθητῶν θεῶν παῖδας ἔλεγεν εἶναι· αἱ δὲ κατὰ περίστασιν, οἷον | |
20 | Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν μειράκιον πλούσι‐ ον ἀπαίδευτον εἶπεν, οὗτός ἐστι ῥύπος περιηργυρωμένος· οὐ γὰρ ὁ Διογένης ἁπλῶς ἀπεφήνατο, ἀλλ’ ἐξ ὧν εἶδεν. ἔτι καὶ τοῦ ἀποκριτικοῦ εἰσιν εἴδη τέσσαρα, τό τε κατ’ ἐρώτησιν, καὶ τὸ κατὰ πύσμα, καὶ τὸ κατ’ ἐρώτησιν αἰ‐ | |
25 | τιῶδες, καὶ τὸ ὁμωνύμως τῷ γένει λεγόμενον ἀποκριτι‐ κόν. διαφέρει δὲ τοῦ πύσματος ἡ ἐρώτησις, ὅτι πρὸς μὲν τὴν ἐρώτησιν συγκαταθέσθαι δεῖ μόνον ἢ ἀρνήσα‐ σθαι, οἷον ἀνανεῦσαι ἢ κατανεῦσαι, ἢ διά γε τοῦ ναὶ ἢ οὒ ἀποκρίνασθαι, τὸ δὲ πύσμα μακροτέραν ἀπαιτεῖ τὴν | |
30 | ἀπόκρισιν· κατ’ ἐρώτησιν μὲν οὖν ἐστιν, οἷον Πιττα‐ κὸς ὁ Μιτυληναῖος ἐρωτηθείς, εἰ λανθάνει τις τοὺς | |
θεοὺς φαῦλόν τι ποιῶν, εἶπεν, οὒ οὐδὲ διανοούμενος. | 97 | |
98 | μετὰ γὰρ τὴν ἀπόφασιν τὸ προστιθέμενον περισσόν ἐστιν, ἐπεὶ καὶ ἀφαιρεθέντος αὐτοῦ ἀπήρκει ἡ ἀπόφασις. ἡ δὲ πυσματικὴ τοιαύτη ἐστίν, οἷον Θεανὼ ἡ Πυθαγορικὴ φιλόσοφος ἐρωτηθεῖσα ὑπό τινος, ποσταία γυνὴ ἀπ’ | |
5 | ἀνδρὸς καθαρὰ εἰς τὸ θεσμοφορεῖον κάτεισιν, εἶπεν, ἀπὸ μὲν τοῦ ἰδίου παραχρῆμα, ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδέποτε. αἱ δὲ κατ’ ἐρώτησιν αἰτιώδεις εἰσίν, ὅσαι χωρὶς τῆς πρὸς τὴν ἐρώτησιν ἀποκρίσεως καὶ αἰτίαν τινὰ ἔχουσιν ἢ συμβουλὴν ἤ τι τοιοῦτον, οἷον Σωκρά‐ | |
10 | της ἐρωτηθείς, εἰ εὐδαίμων αὐτῷ δοκεῖ ὁ τῶν Περσῶν βασιλεύς, οὐκ ἔχω λέγειν, εἶπε, μηδὲ γὰρ εἰδέναι πῶς ἔχει παιδείας. ἀποκριτικαὶ δέ εἰσιν αἱ μήτε κατ’ ἐρώ‐ τησιν, μήτε κατὰ πύσμα, λόγον δέ τινα ἔχουσαι, πρὸς ὅν ἐστιν ἡ ἀπόκρισις, οἷον Πλάτων ποτὲ Διογένους ἀρι‐ | |
15 | στῶντος ἐν ἀγορᾷ καὶ καλοῦντος αὐτὸν ἐπὶ τὸ ἄριστον, ὦ Διόγενες, εἶπεν, ὡς χάριεν ἂν ἦν σου τὸ ἄπλαστον, εἰ μὴ πλαστὸν ἦν· οὔτε γὰρ Διογένης περί τινος ἠρώτα τὸν Πλάτωνα, οὔτε πυνθάνεται αὐτοῦ, ἀλλ’ ἁπλῶς πρὸς τὸ ἄριστον καλεῖ αὐτόν, ὅπερ ἐστὶ τῶν οὐ‐ | |
20 | δετέρων. ἔστι δὲ παρὰ ταῦτα καὶ ἄλλο εἶδος ἐμπῖπτον εἰς τὰς λογικὰς καλούμενον διπλοῦν, διπλῆ δέ ἐστι χρεία ἡ δύο προσώπων ἀποφάσεις ἔχουσα, ὧν καὶ ἡ ἑτέρα μεθ’ ἑνὸς προσώπου χρείαν ποιεῖ, οἷον Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ἐπιστὰς Διογένει κοιμωμένῳ εἶπεν, | |
25 | οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα. καὶ ὁ Διογένης ἀπεκρίνατο, ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν. ἦν γὰρ καὶ οὕτω χρεία μὴ προστιθεμένης τῆς ἀποκρί‐ σεως. πρακτικαὶ δέ εἰσιν αἱ χωρὶς λόγου ἐμφαίνουσαί | |
30 | τινα νοῦν, τῶν δὲ πρακτικῶν αἱ μέν εἰσιν ἐνεργητικαί, αἱ δὲ παθητικαί, ἐνεργητικαὶ μὲν ὅσαι δηλοῦσί τινα | |
ἐνέργειαν, οἷον Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν | 98 | |
99 | ὀψοφάγον παῖδα τὸν παιδαγωγὸν τῇ βακτηρίᾳ ἔπαι‐ σε. παθητικαὶ δὲ αἱ πάθος τι σημαίνουσαι, οἷον Δί‐ δυμος ὁ αὐλητὴς ἁλοὺς ἐπὶ μοιχείᾳ ἐκ τοῦ ὀνόματος ἐκρεμάσθη. μικταὶ δέ εἰσιν ὅσαι τοῦ μὲν λογικοῦ καὶ | |
5 | τοῦ πρακτικοῦ κοινωνοῦσιν, ἐν δὲ τῷ πρακτικῷ τὸ κῦ‐ ρος ἔχουσιν, οἷον Πυθαγόρας ὁ φιλόσοφος ἐρωτηθεὶς πόσος ἐστὶν ὁ τῶν ἀνθρώπων βίος, ἀναβὰς ἐπὶ τὸ δωμά‐ τιον παρέκυψεν ὀλίγον, δηλῶν διὰ τούτου τὴν βραχύτη‐ τα. καὶ ἔτι Λάκων ἐρομένου τινὸς αὐτὸν ποῦ τοὺς ὅρους | |
10 | τῆς γῆς ἔχουσι Λακεδαιμόνιοι, ἔδειξε τὸ δόρυ. Τὰ μὲν οὖν εἴδη τῶν χρειῶν ταῦτά ἐστι· προφέρον‐ ται δὲ αἱ μὲν γνωμολογικῶς, αἱ δὲ ἀποδεικτικῶς, αἱ δὲ κατὰ χαριεντισμόν, αἱ δὲ κατὰ συλλογισμόν, αἱ δὲ κατὰ ἐνθύμημα, αἱ δὲ κατὰ παράδειγμα, αἱ δὲ κατ’ εὐχήν, αἱ | |
15 | δὲ συμβολικῶς, αἱ δὲ τροπικῶς, αἱ δὲ κατὰ ἀμφιβολίαν, αἱ δὲ κατὰ μετάληψιν, αἱ δὲ συνεζευγμένως ἐξ οἵων δή‐ ποτε τῶν προειρημένων τρόπων συγκείμεναι. γνωμο‐ λογικῶς μὲν οἷον Βίων ὁ σοφιστὴς τὴν φιλαργυρίαν μητρόπολιν ἔλεγε πάσης κακίας εἶναι. ἀποδεικτικῶς δὲ | |
20 | οἷον Ἰσοκράτης ὁ ῥήτωρ παρῄνει τοῖς γνωρίμοις προτι‐ μᾶν τῶν γονέων τοὺς διδασκάλους, ὅτι οἱ μὲν τοῦ ζῆν μόνον, οἱ δὲ διδάσκαλοι καὶ τοῦ καλῶς ζῆν αἴτιοι γεγό‐ νασιν· τὴν γὰρ ἀπόφασιν αὑτοῦ Ἰσοκράτης μετὰ ἀπο‐ δείξεως ἐξενήνοχε. κατὰ χαριεντισμὸν δὲ οἷον Ὀλυμπιὰς | |
25 | πυθομένη τὸν υἱὸν Ἀλέξανδρον Διὸς αὑτὸν ἀποφαίνειν, οὐ παύσεται οὗτος, ἔφη, διαβάλλων με πρὸς τὴν Ἥραν; συλλογιστικῶς δὲ οἷον Διογένης ὁ φιλόσοφος ἰδὼν μει‐ ράκιον περισσῶς καλλωπιζόμενον εἶπεν· εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. ἐνθυμη‐ | |
30 | ματικῶς δὲ οἷον Σωκράτης ὁ φιλόσοφος Ἀπολλοδώρου τινὸς γνωρίμου λέγοντος αὐτῷ ἀδίκως σου θάνατον κα‐ | |
τέγνωσαν Ἀθηναῖοι, γελάσας ἔφη, σὺ δὲ ἐβούλου δικαί‐ | 99 | |
100 | ως; προσενθυμεῖσθαι γὰρ ἡμᾶς δεῖ, ὅτι ἄρα βέλτιον ἀδί‐ κως ἢ δικαίως κατεγνῶσθαι, ὅπερ ἐν τῇ χρείᾳ δοκεῖ πα‐ ραλελεῖφθαι δυνάμει δηλούμενον. κατὰ παράδειγμα δὲ οἷον Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς παρακα‐ | |
5 | λούμενος ὑπὸ τῶν φίλων συναγαγεῖν χρήματα, εἶπεν, ἀλλὰ ταῦτα οὐκ ὤνησεν οὐδὲ Κροῖσον. εὐκτικῶς δὲ οἷ‐ ον Δάμων ὁ παιδοτρίβης χωλοὺς ἔχων τοὺς πόδας κλα‐ πέντων αὐτοῦ τῶν ὑποδημάτων, ἔφη, εἴθε ἐναρμόσειε τῷ κλέπτῃ. συμβολικῶς δὲ οἷον Ἀλέξανδρος ὁ τῶν Μα‐ | |
10 | κεδόνων βασιλεὺς ἐρωτηθεὶς ὑπό τινος, ποῦ ἔχει τοὺς θησαυρούς, ἐν τούτοις, ἔφη, δείξας τοὺς φίλους. τρο‐ πικῶς δὲ οἷον Πλάτων ὁ φιλόσοφος τοὺς τῆς ἀρετῆς κλῶνας ἔφη ἱδρῶτι καὶ πόνοις φύεσθαι. κατὰ ἀμφιβο‐ λίαν δέ, οἷον Ἰσοκράτης ὁ ῥήτωρ συνισταμένου αὐτῷ | |
15 | παιδίου καὶ ἐρωτῶντος τοῦ συνιστάντος, τίνος αὐτῷ δεῖ, εἶπε, πινακιδίου ΚΑΙΝΟΥ, καὶ γραφιδίου ΚΑΙΝΟΥ· ἀμφιβαλλόμενον γάρ, πότερον νοῦ καὶ πινακιδίου λέγει ἢ πινακίδος καινῆς καὶ καινοῦ γραφιδίου. κατὰ μετάλη‐ ψιν δέ ἐστιν, ὅταν τὸ λεγόμενον καὶ τὸ ἐρωτώμενον | |
20 | ἐπ’ ἄλλο τις ἀποκρινόμενος μεταλαμβάνῃ, οἷον Πύρρος ὁ τῶν Ἠπειρωτῶν βασιλεὺς ζητούντων τινῶν παρὰ πότον, πότερος κρείττων αὐλητὴς Ἀντιγεννίδας ἢ Σά‐ τυρος, ἐμοὶ μέν, εἶπε, στρατηγὸς Πολυσπέρχων. ὁ δὲ συνεζευγμένος τρόπος οὐκ ἄδηλός ἐστιν, ὅτι πολλαχῶς | |
25 | γίνεται· ἢ γὰρ γνωμικῷ χαριεντισμῷ συμπλακήσεται, ἢ παραδείγματι συμβολικῷ ἢ ἀμφιβολίᾳ καὶ μεταλήψει ἢ ἁπλῶς καθ’ ὅσους καὶ ἄλλους τρόπους δύναται συγ‐ γενέσθαι συζυγία, ἤτοι δυοῖν ἢ καὶ πλειόνων τρόπων εἰς μίαν χρείαν παραλαμβανομένων, οἷον Διογένης ὁ | |
30 | Κυνικὸς φιλόσοφος ἰδὼν μειράκιον ἐκ μοιχοῦ λίθους | |
βάλλον εἰς ἀγοράν, παῦσαι, ἔφη, παιδίον, μὴ ἀγνοοῦν | 100 | |
101 | παίσῃς τὸν πατέρα. ἔχει γὰρ ἅμα καὶ συμβολικῶς καὶ χαριέντως ἡ ἀπόφασις. Γυμνάζονται δὲ κατὰ τὰς χρείας τῇ ἀπαγγελίᾳ τῇ κλί‐ σει τῇ ἐπιφωνήσει τῇ ἀντιλογίᾳ, ἐπεκτείνομέν τε καὶ συ‐ | |
5 | στέλλομεν τὴν χρείαν, πρὸς δὲ τούτοις ἀνασκευάζομεν καὶ κατασκευάζομεν. καὶ ἡ μὲν ἀπαγγελία φανερά ἐστι· ῥηθεῖσαν γὰρ χρείαν πειρώμεθα κατὰ τὸ δυνατὸν αὐ‐ τοῖς ὀνόμασιν ἢ καὶ ἑτέροις σαφέστατα ἑρμηνεῦσαι. ἡ δὲ κλίσις ἐστὶ ποικίλη· τὰ γὰρ ἐν τῇ χρείᾳ πρόσωπα εἰς | |
10 | τοὺς τρεῖς ἀριθμοὺς ἐναλλάττομεν, καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ οἷον ἑνὸς πρὸς ἕνα καὶ [δύο] πρὸς δύο καὶ [πλείους] πρὸς πλείους, καὶ πάλιν δυοῖν πρὸς ἕνα καὶ πρὸς δύο, καὶ πρὸς πλείους, ἔτι δὲ πλειόνων πρὸς ἕνα καὶ πρὸς δύο καὶ πρὸς πλείους. προκειμένης γὰρ χρείας, ὅτι Ἰσοκρά‐ | |
15 | της ὁ ῥήτωρ τοὺς εὐφυέας τῶν θεῶν παῖδας ἔλεγεν εἶναι, οὕτω κλίνομεν ἑνὸς μὲν πρὸς ἕνα, οἷον Ἰσοκρά‐ της ὁ ῥήτωρ τὸν εὐφυέα τῶν μαθητῶν θεῶν παῖδα ἔλεγεν εἶναι· δυοῖν δὲ πρὸς δύο, Ἰσοκράτεε τὼ ῥήτορε τὼ εὐφυέε τῶν μαθητῶν θεῶν παῖδε ἐλεγέτην εἶναι· | |
20 | πλειόνων δὲ πρὸς πλείους, Ἰσοκράτεις οἱ ῥήτορες τοὺς εὐφυεῖς τῶν μαθητῶν θεῶν παῖδας ἔλεγον εἶναι. φα‐ νερὸν δὲ ἐκ τούτων, πῶς καὶ τοὺς ἄλλους τρόπους κλι‐ νοῦμεν· μεταλαμβάνονται γὰρ καὶ εἰς τὰς πέντε πτώ‐ σεις. ἀλλ’ ἐπεὶ τῶν χρειῶν αἱ μέν εἰσι λογικαί, αἱ | |
25 | δὲ πρακτικαί, αἱ δὲ ἐξ ἀμφοῖν τούτοιν μικταί, καὶ τού‐ των αὖ ἕτερά ἐστιν εἴδη, καθ’ ἕκαστον αὐτῶν πειρασό‐ μεθα διδάσκειν τὴν κλίσιν ἐπὶ παραδείγματος. ἡ μὲν οὖν ὀρθὴ οὐδεμίαν ἔχει δυσκολίαν· κατὰ γὰρ αὐτὴν ἑκάστη τῶν χρειῶν εἴωθε προφέρεσθαι. τὴν δὲ γενικὴν πτῶσιν | |
30 | οὕτω κλινοῦμεν· ἐὰν μὲν λογικὴ ᾖ χρεία, προσθήσομεν αὐτῇ, τὸ ῥηθὲν μνήμης ἔτυχεν, ἢ λόγος ἀπομνημονεύε‐ | |
ται εἰπόντος. τὸ μὲν οὖν πρότερον μετὰ τὴν ἀπαγγελίαν | 101 | |
102 | ὅλης τῆς χρείας εὐπρεπές ἐστιν ἐπενεγκεῖν, οἷον Ἰσοκρά‐ τους τοῦ ῥήτορος τοὺς εὐφυεῖς τῶν μαθητῶν θεῶν παῖ‐ δας λέγοντος εἶναι τὸ ῥηθὲν μνήμης ἔτυχε, τὸ δὲ δεύτε‐ ρον μεσούσης αὐτῆς καὶ τῆς ἀποφάσεως ἀρχομένης, οἷον | |
5 | Πιττακοῦ τοῦ Μιτυληναίου ἐρωτηθέντος εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, λόγος ἀπομνημονεύεται εἰπόντος, οὐδὲ διανοούμενος. ἁρμόττει δὲ μᾶλλον τὸ μέν, λόγος ἀπομνημονεύεται, πάσαις ταῖς λογικαῖς χρεί‐ αις, πλὴν τῆς καθ’ ἑκούσιον ἀπόφασιν· ταύτῃ γὰρ τὸ ῥη‐ | |
10 | θὲν μνήμης ἔτυχεν. ἐὰν δὲ πρακτικὴ ᾖ χρεία, εἰ μὲν πα‐ θητικὴ εἴη, προσθετέον, τὸ συμβὰν μνήμης ἔτυχεν. εἰ δὲ ἐνεργητική, τὸ πραχθὲν μνήμης ἔτυχεν, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μικτοῦ. ἐπὶ τέλει μέντοι τῶν χρειῶν καὶ τούτων ἕκαστον προσθετέον, οἷον Διδύμου τοῦ αὐλητοῦ ἁλόν‐ | |
15 | τος ἐπὶ μοιχείᾳ καὶ ἐκ τοῦ ὀνόματος κρεμασθέντος τὸ συμβὰν μνήμης ἔτυχε, καὶ Διογένους τοῦ Κυνικοῦ φιλο‐ σόφου ἰδόντος ὀψοφάγον παῖδα καὶ τὸν παιδαγωγὸν τῇ βακτηρίᾳ παίσαντος τὸ πραχθὲν μνήμης ἔτυχε. τῇ δὲ δο‐ τικῇ ἐπὶ πάσης χρείας πλὴν τῆς παθητικῆς προσθήσομεν | |
20 | τὸ ἔδοξεν ἢ τὸ ἐφάνη ἢ τὸ ἐπῆλθεν ἢ καὶ τὸ παρέστη ἤ τι τῶν τοιούτων, οἷον Διογένει τῷ Κυνικῷ φιλοσόφῳ ἰδόν‐ τι μειράκιον πλούσιον ἀπαίδευτον ἔδοξεν εἰπεῖν, οὗτός ἐστι ῥύπος περιηργυρωμένος. ἐπὶ μὲν τῆς παθητικῆς προσθήσομεν τὸ συνέβη, οἷον Διδύμῳ τῷ αὐλητῇ ἁλόν‐ | |
25 | τι ἐπὶ μοιχείᾳ συνέβη ἐκ τοῦ ὀνόματος κρεμασθῆναι. ἐπὶ δὲ τῆς αἰτιατικῆς προσθήσομεν καθόλου ἐπὶ πάσης χρείας τὸ φασί, τὸ λέγεται, οἷον Διογένην τὸν Κυνικὸν φιλόσοφον ἰδόντα μειράκιον πλούσιον ἀπαίδευτόν φα‐ σιν εἰπεῖν, ἢ λέγεται, οὗτός ἐστι ῥύπος περιηργυρωμέ‐ | |
30 | νος. ἡ δὲ κλητικὴ σαφής ἐστι· ποιησόμεθα γὰρ τὸν λό‐ γον πρὸς παρὸν ἡμῖν πρόσωπον, ἐφ’ ὃ ἡ χρεία ἀναφέρε‐ | |
ται, οἷον Διόγενες Κυνικὲ φιλόσοφε, ἰδὼν μειράκιον | 102 | |
103 | πλούσιον ἀπαίδευτον, εἶπας, οὗτός ἐστι ῥύπος περιηρ‐ γυρωμένος. ἐπιφωνεῖν δέ ἐστιν ἀποδεχομένους οἰκείως καὶ συντόμως τὸ εἰρημένον διὰ τῆς χρείας, ἢ ὡς ἀληθές ἐστιν, ἢ ὡς καλόν, ἢ ὡς συμφέρον, ἢ ὡς καὶ ἄλλοις τὸ | |
5 | αὐτὸ τοῦτο ἔδοξεν ἀνδράσι δεδοκιμασμένοις, οἷον Εὐρι‐ πίδης ὁ ποιητὴς τὸν νοῦν ἡμῶν ἑκάστου ἔφησεν εἶναι θεόν. ἐπιφωνήσομεν δὲ ἐκ μὲν τοῦ ἀληθοῦς οὕτως θεὸς γὰρ ὄντως ἑκάστῳ ὁ νοῦς, ἐφ’ ἃ μὲν συμφέρει προ‐ τρέπων ἡμᾶς, ἀπείργων δὲ τῶν ζημιούντων. ἐκ δὲ τοῦ | |
10 | καλοῦ οὕτω· καλὸν γὰρ ἕκαστον μὴ ἐν χρυσῷ καὶ ἀρ‐ γύρῳ νομίζειν εἶναι τὸν θεόν, ἀλλ’ ἐν ἑαυτῷ. ἐκ δὲ τοῦ συμφέροντος οὕτως· ἵνα μὴ διὰ μακροῦ κεῖσθαι τὸ τι‐ μωροῦν οἰόμενοι πολλὴν τοῦ ἀδικεῖν ἔχοιμεν εὐχέρειαν. ἐκ δὲ τῆς τῶν εὐδοκίμων μαρτυρίας, ὅταν ἢ σοφὸν ἢ νο‐ | |
15 | μοθέτην ἢ ποιητὴν ἢ ἄλλον τινὰ τῶν διωνομασμένων λέγωμεν ὁμογνωμονεῖν τῷ ῥηθέντι, οἷον ἐπὶ τῆς προκει‐ μένης χρείας φήσομεν· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε. | |
20 | ἀντιλέγομεν δὲ ταῖς χρείαις ἐκ τῶν ἐναντίων, ὡς πρὸς τὸν Ἰσοκράτην, εἰπόντα ὅτι τοὺς διδασκάλους προτιμη‐ τέον τῶν πατέρων· οἱ μὲν γὰρ τὸ ζῆν ἡμῖν, οἱ δὲ διδά‐ σκαλοι τὸ καλῶς ζῆν παρέσχοντο. φαμὲν γὰρ ἀντιλέγον‐ τες, ὅτι οὐκ ἐνῆν καλῶς ζῆν, εἰ μὴ τὸ ζῆν οἱ πατέρες | |
25 | παρέσχοντο. εἰδέναι δὲ δεῖ, ὅτι οὐ δυνατὸν ἀντιλέγειν πάσῃ χρείᾳ πολλῶν καλῶς καὶ ἀμέμπτως εἰρημένων, ὥσ‐ περ οὐδὲ πάσας ἐστὶν ἐπαινεῖν διὰ τό τινων εὐθὺς προσπίπτειν τὴν ἀτοπίαν. ἐπεκτείνομεν δὲ τὴν χρείαν, ἐπειδὰν τὰς ἐν αὐτῇ ἐρωτήσεις τε καὶ ἀποκρίσεις, καὶ εἰ | |
30 | πρᾶξίς τις ἢ πάθος ἐνυπάρχοι, μηκύνωμεν. συστέλλομεν δὲ τὸ ἐναντίον ποιοῦντες, οἷον σύντομος μὲν χρεία· Ἐ‐ | |
παμεινώνδας, ἄτεκνος ἀποθνήσκων, ἔλεγε τοῖς φίλοις, | 103 | |
104 | δύο θυγατέρας ἀπέλιπον, τήν τε περὶ Λεῦκτρα νίκην, καὶ τὴν περὶ Μαντίνειαν· ἐκτείνομεν δὲ οὕτως· Ἐπαμει‐ νώνδας, ὁ τῶν Θηβαίων στρατηγός, ἦν μὲν ἄρα καὶ παρὰ τὴν εἰρήνην ἀνὴρ ἀγαθός, συστάντος δὲ τῇ πατρίδι πο‐ | |
5 | λέμου πρὸς Λακεδαιμονίους, πολλὰ καὶ λαμπρὰ ἔργα τῆς μεγαλοψυχίας ἐπεδείξατο· βοιωταρχῶν μὲν περὶ Λεῦκτρα ἐνίκα τοὺς πολεμίους, στρατευόμενος δὲ καὶ ἀγωνιζόμε‐ νος ὑπὲρ τῆς πατρίδος ἀπέθανεν ἐν Μαντινείᾳ. ἐπεὶ δὲ τρωθεὶς ἐτελεύτα τὸν βίον, ὀλοφυρομένων τῶν φίλων τά | |
10 | τε ἄλλα, καὶ διότι ἄτεκνος ἀποθνήσκοι, μειδιάσας, παύ‐ σασθε, ἔφη, ὦ φίλοι, κλαίοντες, ἐγὼ γὰρ ὑμῖν ἀθανά‐ τους δύο καταλέλοιπα θυγατέρας, δύο νίκας τῆς πατρίδος κατὰ Λακεδαιμονίων, τὴν μὲν ἐν Λεύκτροις, τὴν πρεσβυ‐ τέραν, νεωτέραν δὲ τὴν ἄρτι μοι γενομένην ἐν Μαντι‐ | |
15 | νείᾳ. ἀνασκευαστέον δὲ ἔτι τὰς χρείας ἐκ τοῦ ἀσαφοῦς, ἐκ τοῦ πλεονάζοντος, ἐκ τοῦ ἐλλείποντος, ἐκ τοῦ ἀδυνά‐ του, ἐκ τοῦ ἀπιθάνου, ἐκ τοῦ ψευδοῦς, ἐκ τοῦ ἀσυμφό‐ ρου, ἐκ τοῦ ἀχρήστου, ἐκ τοῦ αἰσχροῦ. ἐκ μὲν τοῦ ἀσα‐ φοῦς, ὡς εἰ λέγομεν τὸν Ἰσοκράτην μὴ σαφῶς διωρικέναι, | |
20 | ὧν δεῖται πρὸς ῥητορείαν τὸ συνιστάμενον αὐτῷ παι‐ δίον· ὁμοίως δὲ ἔχει καὶ ἡ Διδύμου τοῦ αὐλητοῦ· οὐ γὰρ ἅπασι σαφές ἐστι τὸ ἐκ τοῦ ὀνόματος ἐκρεμάσθη. ἐκ δὲ τοῦ πλεονάζοντος, ἐπειδὰν λέγηταί τι, οὗ ἀφαιρεθέν‐ τος οὐδὲν ἧττον διαμένει ἡ χρεία, οἷον Σωκράτης ὁ φιλό‐ | |
25 | σοφος ἐρωτηθείς, εἰ εὐδαίμων αὐτῷ δοκεῖ ὁ Περσῶν βα‐ σιλεύς, οὐκ ἔχω λέγειν, ἔφη, μὴ γὰρ εἰδέναι πῶς ἔχει παι‐ δείας· ἐπλεόνασε γὰρ οὐ μόνον πρὸς τὴν ἐρώτησιν ἀ‐ ποκρινόμενος, ἀλλὰ καὶ τῆς ἀποκρίσεως αἰτίαν εἰπών, οὐκ ἀναμείνας, εἴπερ ἄρα ἐπανερωτήσει, ὅπερ οὐκ ἦν κα‐ | |
30 | τὰ Σωκράτην ἄνδρα διαλεκτικὸν ὄντα. ἐκ δὲ τοῦ ἐλλεί‐ ποντος, ὅταν δεικνύωμεν μὴ καλῶς φάμενον τὸν Δημο‐ | |
σθένην, ὑπόκρισιν εἶναι τὴν ῥητορικήν· πολλῶν γὰρ | 104 | |
105 | καὶ ἄλλων εἰς αὐτὴν δεόμεθα. ἐκ δὲ τοῦ ἀδυνάτου, ὡς ἂν φῶμεν πρὸς τὸν Ἰσοκράτην, μὴ δυνατὸν ἐκ θεῶν ἀν‐ θρώπους γενέσθαι, μηδ’ ἂν εὐφυεῖς ὦσιν. ἐκ δὲ τοῦ ἀπι‐ θάνου, ὅτι μὴ εἰκός ἐστιν, Ἀντισθένην Ἀττικόν γε ὄντα | |
5 | παραγενόμενον Ἀθήνηθεν εἰς Λακεδαίμονα ἐκ τῆς γυ‐ ναικωνίτιδος λέγειν εἰς τὴν ἀνδρωνῖτιν ἐπιέναι. ἐκ δὲ τοῦ ψευδοῦς, ὅτι μὴ ἀληθῶς ὁ Βίων ἔλεγε τὴν φιλαρ‐ γυρίαν μητρόπολιν εἶναι τῆς κακίας· μᾶλλον γὰρ ἀφρο‐ σύνη ἐστίν. ἐκ δὲ τοῦ ἀσυμφόρου, ὅτι βλαβερῶς παραι‐ | |
10 | νεῖ Σιμωνίδης παίζειν ἐν τῷ βίῳ καὶ περὶ μηδὲν ἁπλῶς σπουδάζειν. ἐκ δὲ τοῦ ἀχρήστου, οἷον εἰ φαίνοιτο πρὸς οὐδὲν ὠφέλιμον τὸ ῥηθὲν τῷ βίῳ. ἐκ δὲ τοῦ αἰσχροῦ, ὁπόταν αἰσχρὰν καὶ ἐπονείδιστον ἀποφαίνωμεν τὴν χρεί‐ αν, οἷον ἀνὴρ Συβαρίτης ἰδὼν Λακεδαιμονίους ἐπιπό‐ | |
15 | νως ζῶντας οὐ θαυμάζειν ἔφησεν, ὅτι ἐν τοῖς πολέμοις οὐκ ὀκνοῦσιν ἀποθνήσκειν, ἄμεινον γὰρ εἶναι τὸν θάνα‐ τον τοῦ τοιούτου βίου· πάνυ γὰρ μαλακῶς καὶ οὐκ ἀν‐ δρείου τρόπου τὴν ἀπόφασιν ἐποιήσατο. ἐκ μὲν οὖν τού‐ των ἀνασκευαστέον, πρὸς ἕκαστον δὲ μέρος τῆς χρείας | |
20 | ἀρξάμενον ἀπὸ τῶν πρώτων ἐπιχειρεῖν δεῖ, ἐξ ὅσων τό‐ πων ἂν δυνατὸν ᾖ· μὴ λανθανέτω γὰρ ἡμᾶς ὅτι οὐχ οἷόν τέ ἐστιν ἐν πάσαις ἐκ πάντων ἐπιχειρεῖν. Τὴν μέντοι τάξιν τῶν ἐπιχειρημάτων ποιησόμεθα, κα‐ θὰ καὶ τῶν τόπων ἐκτιθέμεθα, οἱ αὐτοὶ δ’ ἂν εἶεν καὶ | |
25 | πρὸς τὴν τῶν γνωμῶν ἀνασκευήν τε καὶ κατασκευήν. τοῖς δὲ ἤδη τελειοτέροις προσήκει τὰς ἀφορμὰς λαμβά‐ νειν καὶ ἐκ τῶν πρὸς τὰς θέσεις ἡμῖν παραθησομένων. χρὴ δὲ τὸ προοίμιον μὴ τοιοῦτον εἶναι, ὥστε ἐφαρμόττειν ἑτέραις χρείαις, ἀλλ’ ἴδιον τῆς ὑποκειμένης. τοῦτο δ’ | |
30 | ἂν καλῶς γένοιτο ἐπί τε χρείας καὶ μύθου καὶ τῶν ἄλλων ἁπάντων, ὅταν ἐξ ἑνὸς ἢ δύο τῶν ἀνωτάτω μερῶν τὰς | |
ἀφορμὰς τῶν προοιμίων λαμβάνωμεν. μετὰ δὲ τὸ προ‐ | 105 | |
106 | οίμιον αὐτήν τε τὴν χρείαν ἐκθετέον, εἶτα ἑξῆς τὰς ἐπι‐ χειρήσεις. χρηστέον δὲ ἐνταῦθα καὶ αὐξήσεσι καὶ παρεκ‐ βάσεσι καὶ ἤθεσιν, οἷς δυνατόν ἐστιν. | |
4t | ΠΕΡΙ ΤΟΠΟΥ. | |
5 | Τόπος ἐστὶ λόγος αὐξητικὸς ὁμολογουμένου πράγμα‐ τος ἤτοι ἁμαρτήματος ἢ ἀνδραγαθήματος· ἔστι γὰρ διττὸς ὁ τόπος, ὁ μέν τις κατὰ τῶν πεπονηρευμένων, οἷον κατὰ τυράννου, προδότου, ἀνδροφόνου, ἀσώτου, ὁ δέ τις ὑπὲρ τῶν χρηστόν τι διαπεπραγμένων, οἷον ὑπὲρ | |
10 | τυραννοκτόνου, ἀριστέως, νομοθέτου. τῶν δὲ τόπων οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ οὐχ ἁπλοῖ, ἁπλοῖ μὲν οἱ προειρη‐ μένοι, οὐχ ἁπλοῖ δὲ οἱ κατὰ στρατηγοῦ προδότου, κατὰ ἱερέως ἱεροσύλου, κατὰ τοῦ ὑβρίσαντος ἐν ἑορτῇ ἢ ἱερῷ, ἢ ὑπὲρ γυναικὸς τυραννοκτόνου. τόπος δὲ εἴρηται, ὅτι | |
15 | ἀπ’ αὐτοῦ ὁρμώμενοι οἷον ἐκ τόπου ῥᾳδίως ἐπιχειροῦ‐ μεν κατὰ τῶν ὁμολογουμένων ἀδικεῖν, διόπερ τινὲς καὶ ἀφορμὴν ἐπιχειρημάτων αὐτὸν ὡρίσαντο· ἡ μὲν γὰρ τοῦ ὑβριστοῦ κατηγορία κοινὴ καὶ ἀναμφισβήτητος [καὶ] τόπος καλεῖται, ἐξ αὐτῆς δὲ ὁρμώμενοι οἷον ἐκ τόπου ῥᾳ‐ | |
20 | δίως καὶ κατὰ Κόνωνος καὶ κατὰ Μειδίου λόγων εὐπο‐ ροῦμεν. Διαφέρει δὲ τῶν ἐγκωμίων καὶ τῶν ψόγων, ὅτι ἐκεῖνα μὲν περὶ ὡρισμένων προσώπων καὶ μετὰ ἀποδείξεως λέ‐ γεται, οἷον Ἰσοκράτους τὸ Ἑλένης ἐγκώμιον, καὶ εἴ πού | |
25 | τις Εὐρυβάτου ψόγος, οἱ δὲ τόποι περὶ μόνων ἁπλῶς εἰσι τῶν πραγμάτων καὶ χωρὶς ἀποδείξεως, καὶ ὅτι ἐν μὲν τοῖς ἐγκωμίοις καὶ ψόγοις φροντιστέον καὶ προοιμίων, ἐπὶ δὲ τοῦ τόπου ἐπίνοια τοιαύτη τις εἶναι βούλεται, ὥστε ἀποκοπὴν εἶναι δοκεῖν καὶ μέρος λόγου ἑτέρου προ‐ | |
30 | ειρημένου, καὶ οἷον ἐπίλογόν τινα μετ’ ὄγκου τῶν ἤδη | 106 |
107 | προαποδεδειγμένων· διόπερ καὶ οὕτως ἀρκτέον αὐτοῦ, καθάπερ ἤδη προειρημένων ἑτέρων, ὡς παρ’ Αἰσχίνῃ· μὴ γὰρ οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς τῶν ἀτυχημάτων ἀρχὰς ἀπὸ θεῶν, ἀλλὰ καὶ ἀν‐ | |
5 | θρώπων ἀσελγείας γίνεσθαι, καὶ παρὰ Δημο‐ σθένει, ἄνθρωποι μιαροὶ καὶ κόλακες καὶ ἀλά‐ στορες, ἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκα‐ στοι πατρίδας, τὴν ἐλευθερίαν προπεπωκό‐ τες πρότερον μὲν Φιλίππῳ, νῦν δὲ Ἀλεξάν‐ | |
10 | δρῳ, τῇ γαστρὶ μετροῦντες καὶ τοῖς αἰσχί‐ στοις τὴν εὐδαιμονίαν· καὶ ἔτι· νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπὸν καὶ πολλῆς εὐτυχίας τινὸς καὶ τῆς παρ’ ὑμῶν ἐπιμελείας δεόμενον. | |
15 | ἤδη δὲ καὶ προοιμίων πολλοὶ φροντίζουσι, καὶ αὐτὸ τὸ πρᾶγμα ἐκτίθενται ὡσανεὶ διηγούμενοι, ἐπὶ πᾶσι δὲ τὰς αὐξήσεις ἐπιφέρουσιν, οἱ δὲ τοιοῦτοι τάχα ἂν καὶ οὕτως ὠφελοῖντο, διαφθείρουσι μέντοι τὴν ἰδιότητα τοῦ γυμ‐ νάσματος. ἐπιχειρεῖν δὲ δεῖ ἐκ τῆς προαιρέσεως τῶν δε‐ | |
20 | δρακότων καὶ τοῦ μεγέθους τῶν ἔργων ὧν διαπράττονται, ἔκ τε ὧν ἕτεροι πάσχουσι δι’ αὐτούς, καὶ ἔτι ἐξ ὧν αὐτοὶ μεταλαμβάνουσιν ἐὰν δὲ ὥσπερ ἐν δίκῃ ἐθέλωμεν καὶ προ‐ οιμίῳ καὶ διηγήματι χρῆσθαι, μετὰ τὸ προοίμιον καὶ τὴν τοῦ ἀδικήματος ἀπαγγελίαν ληψόμεθα τὰς ἐπιχειρήσεις, | |
25 | πρῶτον μὲν ἀπὸ τῆς διανοίας τοῦ δεδρακότος, ὅτι πονη‐ ρά, δεύτερον δὲ ἀπὸ τοῦ πράγματος περὶ οὗ τὸ ἀδίκημα, ὅτι τῶν ἀναγκαιοτάτων ἐστίν, οἷον ὅτι κλέπτης περὶ τὰ χρήματα ἐπιβουλεύει, ἅπερ εἰσὶν ἀναγκαιότατα πᾶσι, καὶ τούτων ἕνεκα καὶ γεωργοῦμεν καὶ πλέομεν καὶ πάνθ’ | |
30 | ἁπλῶς κατὰ τὸν βίον πράττομεν, ἵν’ ἔχωμεν χρήματα, ἐξ ὧν ζῆν δυνησόμεθα. μετὰ δὲ ταῦτα ἀπὸ τῆς περιοχῆς, | |
ὅτι τῷ μὲν ὀνόματι ἓν τὸ ἀδίκημά ἐστι, τῇ δὲ ἀληθείᾳ | 107 | |
108 | πολλὰ περιέχει ἐν αὑτῷ ἀδικήματα, οἷον ἡ μοιχεία καὶ βίαν καὶ κλοπὴν καὶ νοθείαν καὶ μυρία ἄλλα περιέ‐ χει. ἔπειτα δὲ ἀπὸ τῆς συγκρίσεως, αὕτη δὲ τριπλῆ· τὸ γὰρ κατηγορούμενον ὑφ’ ἡμῶν ἢ μείζονι ἑαυτοῦ συγκρί‐ | |
5 | νομεν ἢ ἐλάττονι ἢ ἴσῳ· ὅταν μὲν οὖν μείζονι συγκρίνω‐ μεν, αὔξοντες τὸ ἔλαττον ἴσον ἐκείνῳ ἀποφανοῦμεν, οἷον ὅτι κλέπτης τῷ ἱεροσύλῳ τὰ ἴσα ἀδικεῖ· μιᾷ γὰρ ἀμφότε‐ ροι χρῶνται τῇ περὶ τὸ κλέπτειν ἐπιθυμίᾳ, καὶ οὔθ’ ὁ κλέπτης εἰ καιροῦ λάβοιτο, ὀκνήσειεν ἱεροσυλεῖν, οὔθ’ ὁ | |
10 | ἱερόσυλος κλέπτειν. ὅταν δὲ ἐλάττονι συγκρίνωμεν, οὕτως ἐροῦμεν· εἰ ὁ κλέπτης ἀνθρώπων χρήματα ἀφαιρούμενος κολάζεται, πόσῳ μᾶλλον οὗτος κολασθήσεται ὁ τὰ τῶν θεῶν συλῶν; ὅταν δὲ ἴσον ἴσῳ παραβάλλωμεν, φήσομεν, ὅτι εἰ τὸν τὰ ἴσα ἡμαρτηκότα ἀθῷον οὐκ ἐῶμεν, οὐδὲ | |
15 | τοῦτον ἄξιον περιορᾶν. εἶτα ἀπὸ τῶν ἐναντίων· εἰ γὰρ ἀριστεὺς τιμῶν ἄξιος, κολάσεως ὁ προδότης. ἑξῆς δὲ ἀπὸ τῶν πρὸ τοῦ πράγματος, οἷον τὸ κατὰ τοῦ ἱεροσύλου, ὅτι πρὸ τῶν εἰς τοὺς θεοὺς ἀσεβημάτων εἰκός ἐστι τὸν ἱερό‐ συλον πολλὰ εἰς τοὺς ἀνθρώπους τετολμηκέναι, πολλὰ | |
20 | δὲ εἰς τοὺς κατοιχομένους, ἐκλελοιπέναι τε τὰ πολλὰ τῶν νενομισμένων ἐπὶ τιμῇ θεῶν, οἷον ἑορτὰς θυσίας εὐχάς, ἔτι τε ἐπιωρκηκέναι πολλάκις, καὶ τὰ παραπλήσια. εἶτα ἀπὸ τῆς ἐκβάσεως καὶ τῶν μετὰ τὸ πρᾶγμα, οἷον ἱερο‐ συλίας γενομένης τὰ μὲν ἱερὰ ἀκόσμητα διαμένει, ὁ δὲ | |
25 | ἱερόσυλος εἰς τὰς ἡδονὰς καταναλίσκει τὰ συληθέντα, καὶ ὅτι διὰ τὰς τοιαύτας ἁμαρτίας ἐπιγίνεται ταῖς πόλεσι καὶ θεῶν μηνίματα, λιμοὶ καὶ λοιμοί, στρατοπέδων ὄλε‐ θροι, καὶ πάντα τὰ τοιαῦτα. ἑξῆς δὲ ἀπὸ τοῦ ἀνηκέστου, οἷον ἀνεπανόρθωτόν ἐστι τὸ πραχθέν. εἶτα ἐκ τῆς κρί‐ | |
30 | σεως ἤτοι νομοθετῶν ἢ ποιητῶν ἢ σοφῶν ἀνδρῶν γνώ‐ μας λέγοντες, οἷον ὅτι καὶ τούτοις πονηρὸν εἶναι δοκεῖ | |
τὸ πραχθὲν καὶ κολάσεως ἄξιον. ἐφ’ ἅπασι δὲ τὴν δια‐ | 108 | |
109 | τύπωσιν ποιησόμεθα, ὅταν ἐνεργούμενον τὸ ἀδίκημα ἀπαγγέλλωμεν καὶ τὸ πάθος τοῦ ἠδικημένου, οἷον κατὰ ἀνδροφόνου· διαγράψομεν γὰρ οἷος μὲν ἦν ὁ ἐργαζόμε‐ νος τὸν φόνον, ὡς ὠμῶς καὶ ἀνηλεῶς αὐτόχειρ γενόμενος | |
5 | ἀνθρώπου ἄνθρωπος ὤν, καὶ τὸ ξίφος σπώμενος, καὶ τὴν πληγὴν καταφέρων, καὶ μὴ καιρίας εἰ τύχοι τῆς πλη‐ γῆς γενομένης, ἄλλας ἐπ’ ἄλλαις ποιούμενος, καὶ μιαινό‐ μενος αἵματι τοῦ φονευομένου, οἵας δὲ κἀκεῖνος φωνὰς ἠφίει, τοῦτο μὲν τοῦ φονέως δεόμενος, τοῦτο δὲ βοηθοὺς | |
10 | ἐπικαλούμενος, νῦν μὲν ἀνθρώπους, νῦν δὲ τοὺς θεούς, καὶ ὅσα ἄλλα τοιαῦτα. ἐν δὲ τοῖς οὐχ ἁπλοῖς τόποις ἔστι μὲν καὶ ἀπὸ τῶν προειρημένων ἐπιχειρεῖν, πλειόνων δὲ λόγων εὐπορήσομεν διὰ τὸ προσκείμενον τοῖς ἁπλοῖς· ὁ γὰρ προδότης καὶ καθ’ αὑτὸν μὲν ὀργῆς ἄξιος, πολὺ δὲ | |
15 | πλέον, ὅταν στρατηγὸς ᾖ· τὸ δὲ παρ’ ἐλπίδας πραχθὲν πολλὰς ἀφορμὰς λόγων παραδίδωσιν. Ἡ μὲν τῶν ἁμαρτημάτων αὔξησις ἐκ τούτων ἂν γέ‐ νοιτο, τῶν δὲ ἐπαινετῶν ἐκ τῶν ἐναντίων. | |
19t | ΠΕΡΙ ΕΓΚΩΜΙΟΥ ΚΑΙ ΨΟΓΟΥ. | |
20 | Ἐγκώμιόν ἐστι λόγος ἐμφανίζων μέγεθος τῶν κατ’ ἀρετὴν πράξεων καὶ τῶν ἄλλων ἀγαθῶν περί τι ὡρι‐ σμένον πρόσωπον, τούτου δὲ τὸ μὲν εἰς τοὺς ζῶντας ἰδίως νῦν ἐγκώμιον καλεῖται· τὸ δὲ εἰς τοὺς τεθνεῶτας ἐπι‐ τάφιος λέγεται, τὸ δὲ εἰς τοὺς θεοὺς ὕμνος· ἀλλ’ εἴτε | |
25 | ζῶντας, εἴτε τελευτήσαντας, ἢ καὶ ἥρωας καὶ θεούς τις ἐγκωμιάζοι, μία καὶ ἡ αὐτή ἐστι τῶν λόγων ἔφοδος. ἐγ‐ κώμιον δὲ λέγεται τῷ τοὺς παλαιοὺς ἐν κώμῳ τινὶ καὶ παιδιᾷ τὰς εἰς θεοὺς εὐλογίας ποιεῖν. ἐπεὶ δὲ τὰ ἀγαθὰ μάλιστα ἐπαινεῖται, τῶν δὲ ἀγαθῶν τὰ μὲν περὶ ψυχήν | |
30 | τε καὶ ἦθος, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἔξωθεν ἡμῖν ὑπάρ‐ | 109 |
110 | χει, δῆλον ὅτι τὰ τρία ἂν εἴη ταῦτα, ἐξ ὧν εὐπορήσομεν ἐγκωμιάζειν. ἔστι δὲ τῶν ἔξωθεν πρῶτον μὲν εὐγένεια ἀγαθόν, διττὴ δὲ ἡ μὲν πόλεως καὶ ἔθνους καὶ πολιτείας ἀγαθῆς, ἡ δὲ γονέων καὶ τῶν ἄλλων οἰκείων. ἔπειτα δὲ | |
5 | παιδεία, φιλία, δόξα, ἀρχή, πλοῦτος, εὐτεκνία, εὐθανα‐ σία. τοῦ δὲ σώματός ἐστιν ὑγεία, ἰσχύς, κάλλος, εὐαι‐ σθησία. ψυχικὰ δὲ ἀγαθὰ τὰ σπουδαῖα ἠθικὰ καὶ αἱ τούτοις ἀκολουθοῦσαι πράξεις, οἷον ὅτι φρόνιμος, ὅτι σώφρων, ὅτι ἀνδρεῖος, ὅτι δίκαιος, ὅτι ὅσιος, ὅτι ἐλευθέριος, καὶ | |
10 | ὅτι μεγαλόφρων, καὶ ὅσα τοιαῦτα. καλαὶ δέ εἰσι πράξεις καὶ αἱ μετὰ θάνατον ἐπαινούμεναι· τοὺς γὰρ ζῶντας εἰώθασι κολακεύειν, καὶ ἀνάπαλιν αἱ ζώντων ἔτι ἡμῶν ἐγκωμιαζόμεναι καὶ τὸν τῶν πολλῶν φθόνον ὑπερβαλ‐ λόμεναι· φθόνος γὰρ τοῖς ζῶσι κατὰ Θουκυδίδην πρὸς | |
15 | τὸ ἀντίπαλον· καὶ ἃς ἄλλων ἕνεκα καὶ μὴ ἑαυτῶν πράτ‐ τομεν· καὶ τοῦ καλοῦ χάριν, ἀλλὰ μὴ διὰ τὸ συμφέρον ἢ τὸ ἡδύ· καὶ ἐφ’ ὧν ὁ μὲν πόνος ἴδιος, ἡ δὲ ὠφέλεια κοινή· καὶ δι’ ἃς οἱ πολλοὶ καὶ μεγάλα πάσχουσιν εὖ καὶ ἃς χάριν εὐεργετῶν καὶ μᾶλλον τετελευτηκότων· διόπερ | |
20 | ἐπαινοῦνται καὶ αἱ πρὸ τῶν φίλων τιμωρίαι καὶ κίνδυνοι. ἐπαινεταὶ δέ εἰσιν αἱ πράξεις καὶ αἱ διὰ τὸν καιρόν, καὶ εἰ μόνος ἔπραξέ τις ἢ πρῶτος, ἢ ὅτε οὐδείς, ἢ μᾶλλον τῶν ἄλλων, ἢ μετ’ ὀλίγων, ἢ ὑπὲρ τὴν ἡλικίαν, ἢ παρὰ τὴν ἐλπίδα, ἢ μετὰ πόνων, ἢ ὅσα ῥᾷστα ἢ τάχιστα ἐπράχθη‐ | |
25 | σαν. δεῖ δὲ λαμβάνειν καὶ τὰς κρίσεις τῶν ἐνδόξων, κα‐ θάπερ οἱ ἐπαινοῦντες Ἑλένην, ὅτι Θησεὺς προέκρινε. χρήσιμον δὲ καὶ τὸ εἰκάζειν ἐκ τῶν παρεληλυθότων τὰ μέλλοντα, ὡς [τε] εἴ τις λέγοι περὶ Ἀλεξάνδρου τοῦ Μα‐ κεδόνος, τί δ’ ἂν ἔπραξε τηλικαῦτα καὶ τοσαῦτα ἔθνη κα‐ | |
30 | ταστρεψάμενος, εἰ μικρὸν ἔτι ἐπεβίω χρόνον; καὶ ὡς Θεόπομπος ἐν τῷ Φιλίππου ἐγκωμίῳ, ὅτι εἰ βουληθείη | |
Φίλιππος τοῖς αὐτοῖς ἐπιτηδεύμασιν ἐμμεῖναι, καὶ τῆς | 110 | |
111 | Εὐρώπης πάσης βασιλεύσει. οὐκ ἄχρηστον δὲ καὶ τὸ μνημονεύειν τῶν ἤδη δεδοξασμένων ἀντιπαραβάλλοντα ἐκείνων τὰ ἔργα πρὸς τὰ τῶν ἐγκωμιαζομένων. χάριεν δέ ἐστιν ἐνίοτε ἀπὸ τῶν ὀνομάτων καὶ τῆς ὁμωνυμίας ἢ | |
5 | τῶν ἐπωνυμιῶν ἐγκωμιάζειν, ἐὰν μὴ πάνυ φορτικὸν καὶ καταγέλαστον ᾖ, καὶ ἀπὸ μὲν τῶν ὀνομάτων, οἷον Δη‐ μοσθένης ὅτι ἦν τὸ τοῦ δήμου σθένος· ἀπὸ δὲ τῆς ὁμω‐ νυμίας, ὅταν τις τύχῃ τὸ αὐτὸ ὄνομα ἔχων ἀνδρὶ δεδοξα‐ σμένῳ· ἐκ δὲ τῶν ἐπωνυμιῶν, οἷον Περικλῆς Ὀλύμπιος | |
10 | ἀπὸ τῆς ἐν τοῖς κατορθώμασι μεγαλειότητος ἐπικεκλημέ‐ νος. οἱ μὲν οὖν τόποι ἐξ ὧν ἐπιχειρήσομεν, οἵδε εἰσί· χρησόμεθα δὲ αὐτοῖς τοῦτον τὸν τρόπον. μετὰ τὸ προοί‐ μιον εὐθὺς περὶ εὐγενείας ἐροῦμεν, καὶ τῶν ἄλλων τῶν τε ἐκτὸς καὶ περὶ σῶμα ἀγαθῶν, οὐχ ἁπλῶς οὐδ’ ὡς | |
15 | ἔτυχε τὸν λόγον διατιθέμενοι, ἀλλ’ ἐφ’ ἑκάστου δεικνύν‐ τες, ὅτι μὴ ἀνοήτως, ἀλλὰ φρονίμως καὶ ὡς ἔδει αὐτοῖς ἐχρήσατο (ἥκιστα γὰρ ἐπαινοῦσι μὴ κατὰ προαίρεσιν ἀλλ’ ἐκ τύχης ἃ ἔχουσιν ἀγαθά) οἷον ὅτι εὐτυχῶν ἦν μέ‐ τριος καὶ φιλάνθρωπος, καὶ πρὸς τοὺς φίλους ὁ αὐτὸς | |
20 | καὶ δίκαιος, καὶ τοῖς τοῦ σώματος πλεονεκτήμασι σωφρό‐ νως προσηνέχθη. εἰ δὲ μηδὲν τῶν προειρημένων ἀγαθῶν ἔχοι, λεκτέον, ὅτι ἀτυχῶν ταπεινὸς οὐκ ἦν, οὐδὲ πενόμε‐ νος ἄδικος, οὐδὲ δεόμενος ἀνδραποδώδης, καὶ ὅτι ἐκ πό‐ λεως ὢν μικρᾶς λαμπρὸς ἐγένετο, καθάπερ Ὀδυσσεύς τε | |
25 | καὶ Δημόκριτος, καὶ ἐν πολιτείᾳ φαύλῃ τεθραμμένος οὐ διεστράφη, ἀλλὰ τῶν καθ’ αὑτὸν ἄριστος ἐγένετο, ὥσπερ Πλάτων ἐν ὀλιγαρχίᾳ. ἐπαίνετός τε καὶ εἴ τις ἐκ ταπεινῆς οἰκίας ὢν μέγας ἐγένετο, ὥσπερ Σωκράτης ὁ Φαιναρέτης τῆς μαίας υἱὸς καὶ Σωφρονίσκου τοῦ ἑρμο‐ | |
30 | γλύφου. ἄξιον δὲ ἄγασθαι καὶ τὸν ἐκ βαναύσου τέχ‐ νης ἢ πονηρᾶς τύχης ἀγαθὸν δυνηθέντα τι ἐργάσα‐ | |
σθαι, ὁποῖον λέγουσιν Ἥρωνα μὲν τὸν σκυτοτόμον, | 111 | |
112 | Λεόντιον δὲ τὴν ἑταίραν φιλοσοφῆσαι· μάλιστα γὰρ ἐν τοῖς ἀτυχήμασιν ἐκλάμπει ἡ ἀρετή. μετὰ δὲ ταῦτα τὰς πράξεις καὶ τὰ κατορθώματα παραληψόμεθα οὐκ ἐφεξῆς διηγούμενοι· λέγοντες γὰρ ἄλλα προστίθεμεν | |
5 | κατὰ μίαν ἑκάστην ἀρετήν, ἔπειτα τὰ ἔργα διεξιόντες, οἷον ὅτι ἦν σώφρων, προλέγειν καὶ ἐπιφέρειν εὐθύς, τί αὐτῷ σωφρονητικὸν ἔργον πέπρακται, ὁμοίως ἐπὶ τῶν ἄλλων ἀρετῶν. τὰς δὲ διαβολὰς ἢ οὐ δεῖ λέγειν· ἀνά‐ μνησις γὰρ γίνεται τῶν ἁμαρτημάτων· ἢ ὡς οἷόν τε λά‐ | |
10 | θρα καὶ ἀποκεκρυμμένως, μὴ λάθωμεν ἀπολογίαν ἀντ’ ἐγ‐ κωμίου ποιήσαντες· ἀπολογεῖσθαι μὲν γὰρ προσή‐ κει περὶ τῶν ἀδικεῖν αἰτίαν ἐχόντων, ἐπαι‐ νεῖν δὲ τοὺς ἐπὶ ἀγαθῷ τινι διαφέροντας. τὰ δὲ τῶν ἀψύχων ἐγκώμια, οἷον μέλιτος, ὑγείας, ἀρετῆς, | |
15 | καὶ τῶν παραπλησίων, ἀναλόγως ποιησόμεθα ἀπὸ τῶν προειρημένων τόπων ἐπιχειροῦντες, ἐξ ὧν ἂν δυνατὸν ᾖ. Ἐκ μὲν τούτων ἐπαινεσόμεθα, ψέξομεν δὲ ἐκ τῶν ἐναντίων. | |
19t | ΠΕΡΙ ΣΥΓΚΡΙΣΕΩΣ. | |
20 | Σύγκρισίς ἐστι λόγος τὸ βέλτιον ἢ τὸ χεῖρον παρι‐ στάς. γίνονται δὲ συγκρίσεις προσώπων τε καὶ πραγμά‐ των, καὶ προσώπων μὲν οἷον Αἴαντος Ὀδυσσέως, πραγ‐ μάτων δὲ οἷον σοφίας τε καὶ ἀνδρείας. ἀλλ’ ἐπειδὴ καὶ τῶν προσώπων θάτερον προκρίνομεν εἰς τὰς πρά‐ | |
25 | ξεις ἀποβλέποντες, καὶ εἴ τι ἄλλο περὶ αὐτῶν ἐστιν ἀγα‐ θόν, μία μέθοδος ἂν εἴη περὶ ἀμφοῖν. πρῶτον δὲ διω‐ ρίσθω, ὅτι αἱ συγκρίσεις γίνονται οὐ τῶν μεγάλην πρὸς ἄλληλα διαφορὰν ἐχόντων· γελοῖος γὰρ ὁ ἀπορῶν, πό‐ τερον ἀνδρειότερος Ἀχιλλεὺς ἢ Θερσίτης, ἀλλ’ ὑπὲρ | |
30 | τῶν ὁμοίων, καὶ περὶ ὧν ἀμφισβητοῦμεν, πότερον δεῖ | 112 |
113 | προθέσθαι, διὰ τὸ μηδεμίαν ὁρᾶν τοῦ ἑτέρου πρὸς τὸ ἕτερον ὑπεροχήν. ὅταν μὲν οὖν πρόσωπα συγκρίνωμεν, πρῶτον μὲν ἀντιπαραβαλοῦμεν τὴν εὐγένειαν καὶ τὴν παιδείαν καὶ τὴν εὐτεκνίαν καὶ τὰς ἀρχὰς καὶ τὴν δό‐ | |
5 | ξαν καὶ τὴν τοῦ σώματος διάθεσιν, καὶ εἴ τι ἄλλο περί τε τὸ σῶμα καὶ ἔξωθεν ἀγαθὸν ἐν τοῖς περὶ ἐγκωμίων προείπομεν. μετὰ δὲ ταῦτα τὰς πράξεις συγκρινοῦμεν προκρίνοντες τὰς καλλίους καὶ τὰς ἀγαθῶν πλειόνων καὶ μειζόνων αἰτίας, καὶ βεβαιοτέρας καὶ τὰς πολυχρονι‐ | |
10 | ωτέρας, καὶ τὰς ἐν καιρῷ μᾶλλον πεπραγμένας, καὶ ὧν μὴ πραχθεισῶν μεγάλη βλάβη συμβαίνει, καὶ τὰς ἐκ προαιρέσεως μᾶλλον τῶν δι’ ἀνάγκην ἢ τύχην, καὶ ἃς ὀλίγοι ἔπραξαν μᾶλλον ἢ ἃς πολλοί· τὰ γὰρ κοινὰ καὶ δημώδη οὐ πάνυ ἐπαινετά· καὶ ἃς μετὰ πόνου ἐπρά‐ | |
15 | ξαμεν μᾶλλον ἢ ῥᾳδίως, καὶ ἃς εἰργασάμεθα μετὰ τὴν ἡλικίαν καὶ τὴν δύναμιν μᾶλλον ἢ τὰς ὅτε δυνατόν ἐστι. τὰς δὲ διαβολάς, ὡς ἔφαμεν ἐν τῷ περὶ ἐγκωμίων, ἢ οὐ δεῖ λέγειν ἢ ὡς οἷόν τε τάχιστα, τὰς δὲ τοῦ ἐναντίου προ‐ σώπου διασύρειν μᾶλλον καὶ χλευάζειν προσήκει· τού‐ | |
20 | τῳ γὰρ διοίσει σύγκρισις τῆς ὑποθέσεως. ἐν μὲν γὰρ τῇ ὑποθέσει πρὸς τῷ τὰ οἰκεῖα λέγειν κατορθώματα καὶ εἴ τι πέπρακται τοῖς ἀντιδίκοις ἁμάρτημα, ἐπάξομεν, ἡ δὲ σύγκρισις μόνην ἁπλῶς τῶν κατορθωμάτων τὴν ὑπεροχὴν ζητεῖν ἐπαγγέλλεται. ὅταν δὲ πράγματα συγκρίνωμεν, γε‐ | |
25 | λοῖον μὲν ἴσως ἐνταῦθα δόξει συγγένειαν ἤ τι τοιοῦτον ζητεῖν, οὐδὲν δὲ κωλύει κατὰ ἀναλογίαν τοῖς τοιούτοις ἐπισκοπεῖν, οἷον ἢ τοὺς εὑρετὰς αὐτῶν ἢ τὴν φύσιν ἢ τὴν χώραν, ἐν αἷς πέφυκεν εἶναι, καθὰ εἴ τις φαίη τὴν ὑγείαν Ἀπόλλωνος εἶναι θυγατέρα, ἐπειδὴ ἰατρὸς ὁ θεός, | |
30 | ἢ τὸ μέλι ἐξ οὐρανοῦ, διότι δοκεῖ τοῖς πολλοῖς ἐκ δρόσου τὴν ὑπόστασιν ἔχειν, ἢ ναὶ μὰ Δί’ ἀλλ’ ἐκ τῆς ἀρίστης | |
πόλεως, ἐπειδὴ πέφυκε τὸ κάλλιστον μέλι ἐν τῇ Ἀττικῇ | 113 | |
114 | γίνεσθαι, καὶ ὅσα τοιαῦτα. ἑξῆς δὲ λεκτέον καὶ τὰς δι’ ἑκατέρων τῶν παραβαλλομένων συμβαινούσας ὠφελείας. τὰς μὲν οὖν τῶν βελτιόνων συγκρίσεις ἐκ ταύτης ποιη‐ σόμεθα· ἐκ δὲ τῶν ἐναντίων, ἐπειδὰν ζητῶμεν δυοῖν | |
5 | ὄντων φευκτῶν τὸ χεῖρον ἀνευρεῖν, οἷον ἀφροσύνης καὶ ἀλγηδόνος. αἱ μὲν οὖν ἑνὸς πρὸς ἕν τι συγκρίσεις οὕτως ἂν μεθοδεύοιντο, τὰς δὲ πλειόνων τινῶν πρὸς πλείω κατὰ δύο τρόπους εἰώθαμεν συγκρίνειν. εἷς μὲν γάρ ἐστι τρόπος, ὅταν τῶν συγκρινομένων λαβόντες τὰ ἀκρότατα | |
10 | πρὸς ἄλληλα παραβάλλωμεν, κατὰ δὲ τὴν τούτων σύγ‐ κρισιν καὶ τὸ σύμπαν γένος πρὸς πᾶν γένος ἀξιῶμεν ἔχειν, οἷον εἰ βουλοίμεθα τὸ τῶν ἀρρένων γένος πρὸς τὸ τῶν θηλειῶν συγκρῖναι, ὁπότερον αὐτῶν ἐστιν ἀνδρειό‐ τερον, [ἀξιοῖμεν] τὸν ἀνδρειότατον ἄνδρα πρὸς τὴν ἀν‐ | |
15 | δρειοτάτην γυναῖκα συγκρίνοντες, ὁπότερον ἂν εὑρί‐ σκωμεν κρείττονα, οὕτω καὶ τὸ ὅλον αὐτοῦ γένος τοῦ ἑτέρου κρεῖττον ἀποφαίνειν. εἰ μὲν δὴ βουλοίμεθα προ‐ κρίνειν τὸ τῶν ἀρρένων γένος τοῦ θήλεος, οὕτω ποιήσο‐ μεν· ὑποθησόμεθα γὰρ Θεμιστοκλέα κρείττονα εἶναι | |
20 | τοῦ τῶν ἀρρένων γένους κατὰ ἀνδρείαν, Ἀρτεμισίαν δὲ τοῦ θήλεος, οὐκοῦν εἰ ἀνδρειότερος Θεμιστοκλῆς Ἀρτε‐ μισίας, καὶ τὸ τῶν ἀρρένων γένος τοῦ τῶν θηλειῶν ἀν‐ δρειότερον. εἰ δὲ τὸ θῆλυ γένος τοῦ ἄρρενος προκρίνειν ἐθέλοιμεν, ὑποθησόμεθα Τόμυριν μὲν εἶναι ἀνδρειοτά‐ | |
25 | την γυναικῶν, Κῦρον δὲ τῶν ἀνδρῶν, οὐκοῦν εἰ Τόμυρις ἀνδρειοτέρα Κύρου, καὶ τὸ τῶν θηλειῶν γένος ἀνδρει‐ ότερον τοῦ τῶν ἀρρένων. δεύτερος δὲ τρόπος ἐστίν, ὅταν μὴ μίαν ἢ δύο τῶν ἐξοχωτάτων τοῖς ἐξοχωτάτοις παραβάλλωμεν, ἀλλ’ ἐκεῖνο τὸ γένος προκρίνωμεν, ἐν | |
30 | ᾧ πλείους εἰσὶν οἱ εὐδόκιμοι, οἷον εἰ πλείους εἰσὶν ἄρρε‐ νες ἀνδρεῖοι ἤπερ αἱ γυναῖκες, καὶ τὸ γένος τῶν ἀρρένων | |
τοῦ τῶν γυναικῶν ἀνδρειότερον. οὐ γὰρ εἰ Τόμυρις ἡ | 114 | |
115 | Μασσαγέτις, ἢ Σπαρέθρα ἡ Ἀμόργου τοῦ Σακῶν βασι‐ λέως γυνὴ κρείττων ἐστὶ Κύρου, ἢ καὶ ναὶ μὰ Δία Σεμί‐ ραμις Ζωροάστρου τοῦ Βακτρίου, ἤδη συγχωρητέον καὶ τὸ θῆλυ τοῦ ἄρρενος εἶναι ἀνδρειότερον, μιᾶς μὲν ἢ δύο | |
5 | γυναικῶν ἀνδρειοτάτων οὐσῶν, ἀρρένων δὲ παμπόλλων. ἔστι δὲ ὁ τρόπος τῶν λόγων διττός· ἢ γὰρ ὑπὲρ ἑκάστου τῶν συγκρινομένων ἰδίᾳ τινὰ λόγον διεξελευσόμεθα, ἢ ἕνα παρ’ ἀμφοῖν θατέρου προκρίνοντες, καθάπερ καὶ Ξενοφῶν ἐν τῷ συμποσίῳ τὸν τῆς ψυχῆς ἔρωτα τῷ τοῦ | |
10 | σώματος ἀντιπαραβάλλων προκρίνει. | |
11t | ΠΕΡΙ ΠΡΟΣΩΠΟΠΟΙΙΑΣ. | |
12 | Προσωποποιΐα ἐστὶ προσώπου παρεισαγωγὴ διατι‐ θεμένου λόγους οἰκείους ἑαυτῷ τε καὶ τοῖς ὑποκειμένοις πράγμασιν ἀναμφισβητήτως, οἷον τίνας ἂν εἴποι λό‐ | |
15 | γους ἀνὴρ πρὸς τὴν γυναῖκα μέλλων ἀποδημεῖν, ἢ στρα‐ τηγὸς τοῖς στρατιώταις ἐπὶ τοὺς κινδύνους. καὶ ἐπὶ ὡρισμένων δὲ προσώπων, οἷον τίνας ἂν εἴποι λόγους Κῦρος ἐλαύνων ἐπὶ Μασσαγέτας, ἢ τίνας Δάτις με‐ τὰ τὴν ἐν Μαραθῶνι μάχην ἐντυγχάνων τῷ βασιλεῖ. | |
20 | ὑπὸ δὲ τοῦτο τὸ γένος τῆς γυμνασίας πίπτει καὶ τὸ τῶν πανηγυρικῶν λόγων εἶδος, καὶ τὸ τῶν προτρεπτικῶν, καὶ τὸ τῶν ἐπιστολικῶν. πρῶτον μὲν τοίνυν ἁπάντων ἐνθυμηθῆναι δεῖ τό τε τοῦ λέγοντος πρόσωπον ὁποῖόν ἐστι, καὶ τὸ πρὸς ὃν ὁ λόγος, τήν τε παροῦσαν ἡλικίαν, | |
25 | καὶ τὸν καιρόν, καὶ τὸν τόπον, καὶ τὴν τύχην, καὶ τὴν ὑποκειμένην ὕλην, περὶ ἧς οἱ μέλλοντες λόγοι ῥηθήσον‐ ται· ἔπειτα δὲ ἤδη πειρᾶσθαι λόγους ἁρμόττοντας εἰ‐ πεῖν· πρέπουσι γὰρ δι’ ἡλικίαν ἄλλοι ἄλλοις, πρεσβυ‐ τέρῳ καὶ νεωτέρῳ οὐχ οἱ αὐτοί, ἀλλ’ ὁ μὲν τοῦ νεωτέ‐ | |
30 | ρου λόγος ἡμῖν ἁπλότητι καὶ σωφροσύνῃ μεμιγμένος | 115 |
116 | ἔσται, ὁ δὲ τοῦ πρεσβυτέρου συνέσει καὶ ἐμπειρίᾳ· καὶ διὰ φύσιν γυναικὶ καὶ ἀνδρὶ ἕτεροι λόγοι ἁρμόττοιεν ἄν, καὶ διὰ τύχην δούλῳ καὶ ἐλευθέρῳ, καὶ δι’ ἐπιτήδευμα στρατιώτῃ καὶ γεωργῷ, κατὰ δὲ διάθεσιν ἐρῶντι καὶ σω‐ | |
5 | φρονοῦντι, καὶ διὰ γένος ἕτεροι μὲν λόγοι τοῦ Λάκω‐ νος παῦροι καὶ λιγέες, ἕτεροι δὲ τοῦ Ἀττικοῦ ἀνδρὸς στωμύλοι. καὶ βαρβαρικῶς φαμὲν εἰπεῖν πολλάκις τὸν Ἡρόδοτον καίπερ ἑλληνιστὶ γράφοντα, ὅτι τοὺς ἐκεί‐ νων λόγους μεμίμηται. πρέπουσι δὲ λόγοι καὶ τόποις | |
10 | καὶ καιροῖς· οὐ γὰρ ἐπὶ τοῦ στρατοπέδου οἱ αὐτοὶ καὶ ἐν ἐκκλησίᾳ, οὐδὲ ἐν εἰρήνῃ καὶ πολέμῳ, οὐδὲ νικῶσι καὶ ἡττημένοις, καὶ ὅσα ἄλλα παρακολουθεῖ τοῖς προ‐ σώποις. καὶ μὴν καὶ αὐτὰ τὰ πράγματα ἕκαστα ἔχει πρέπουσαν ἑρμηνείαν. | |
15 | Ταύτης δ’ ἂν ἐγκρατεῖς γενοίμεθα, ἐὰν μήτε περὶ μεγάλων πραγμάτων ταπεινῶς λέγωμεν, μήτε περὶ μι‐ κρῶν ὑψηλῶς, μήτε περὶ εὐτελῶν σεμνῶς, μήτε περὶ δεινῶν ἐκλελυμένως, μήτε περὶ αἰσχρῶν θρασέως, μήτε περὶ ἐλεεινῶν περιττῶς, ἀλλὰ τὸ πρέπον ἑκάστῳ τῶν | |
20 | πραγμάτων ἀποδιδῶμεν στοχαζόμενοι ἅμα καὶ τοῦ ἁρ‐ μόττοντος τῷ τε προσώπῳ καὶ τῷ τρόπῳ καὶ τῷ χρόνῳ καὶ τῇ τύχῃ καὶ ἑκάστῳ τῶν προειρημένων. ἐπεὶ οὖν ποι‐ κίλη ἐστὶν ἡ τῶν προσώπων διαφορὰ καὶ τῶν πραγμά‐ των· ἢ γὰρ αἰτούμεθά τι, ἢ προτρέπομεν, ἢ ἀποτρέπο‐ | |
25 | μεν, ἢ παρηγοροῦμεν, ἢ συγγνώμην αἰτοῦμεν ἐφ’ οἷς ἐπράξαμεν, ἢ ἄλλο τι τῶν τοιούτων, ἀναγκαῖόν ἐστι καὶ καθ’ ἕκαστον τούτων ἀφορμὰς οἰκείας εἰπεῖν. προ‐ τρέποντες τοίνυν ἐροῦμεν, ὅτι ἐφ’ ὃ προτρέπομεν, καὶ δυνατὸν γενέσθαι καὶ ῥᾴδιον καὶ καλὸν καὶ πρέπον | |
30 | ἐστίν· ὅτι συμφέρον, ὅτι δίκαιον, ὅτι ὅσιον (διττὸν δὲ καὶ τοῦτο, ἢ πρὸς θεοὺς ἢ πρὸς τετελευτηκότας), ὅτι | |
ἡδύ, ὅτι μὴ μόνοι πράττομεν μηδὲ πρῶτοι, ὅτι εἰ καὶ | 116 | |
117 | πρῶτοι, πολὺ κρεῖττον ἄρξασθαι καλῶν ἔργων, καὶ ὅτι μὴ μετάνοιαν φέρει πραχθέν. ὑπομνηστέον δὲ καὶ εἴ τι προϋπῆρκται ὑπὸ τοῦ προτρέποντος εἰς τὸν προτρεπό‐ μενον, καὶ εἰ ἄλλοτε πεισθεὶς ὠφελήθη. ὁ δ’ αὐτὸς | |
5 | τρόπος ἔσται τῆς ἐπιχειρήσεως, κἂν αἰτώμεθά τι, ἀπο‐ τρέποντες δὲ ἀπὸ τῶν ἐναντίων ἐπιχειρήσομεν. ** οὕτω χρησόμεθα δὲ τοῖς λόγοις, ὅτι ἀναγκαῖον καὶ πάντων κοι‐ νὸν τὸ γεγενημένον καὶ ἀκούσιον· ἥκιστα γὰρ οἱ νοῦν ἔχοντες ἐπὶ τοῖς ἀκουσίοις λυποῦνται. ἐὰν δὲ ἑκούσιον | |
10 | ᾖ, ῥητέον ὅτι αὐτὸς αὑτῷ αἴτιος· ὑπὸ γὰρ τῆς φιλαυ‐ τίας ἧττον λυποῦνται δι’ ἑαυτοὺς δυστυχήσαντες. λεκ‐ τέον δὲ ὅτι καὶ τούτου μεῖζον κακὸν ὑπάρχει, ὃ παθόν‐ τες ἕτεροι πολλοὶ ἤνεγκαν εὐκόλως· πρὸς δὲ τούτοις ὅτι εἰ κατὰ βραχὺ ἀνιαρόν ἐστιν, ἀλλ’ οὖν καὶ καλὸν | |
15 | καὶ ἔνδοξόν ἐστιν· ἔπειθ’ ὅτι ὠφέλιμον καὶ ὅτι μηδὲν ὄφελος τῆς ἐπὶ τοῖς ἤδη γεγενημένοις λύπης. καὶ ὁ οἶκ‐ τος δὲ μεγάλην ἰσχὺν ἔχει πρὸς παραμυθίαν, μάλιστα ὅταν τις ἐπὶ κηδείᾳ τοὺς λόγους ποιήσηται· οἱ γὰρ ἀνι‐ ώμενοι πρὸς μὲν τούτους τοὺς οἰομένους μηδέν τι δει‐ | |
20 | νὸν αὐτοὺς πεπονθέναι πεφύκασιν ἀντιτείνειν καὶ πρὸς τῇ λύπῃ οἷον ὀργίζεσθαι τοῖς παραμυθουμένοις, παρὰ δὲ τῶν συνολοφυρομένων εὐμενέστερόν πως προσιέναι, ὡς παρ’ οἰκείων, τὰς παρηγορίας, διόπερ μετὰ τοὺς θρή‐ νους ἐποιστέον τῶν λόγων τοὺς νουθετικούς. ὅταν δὲ | |
25 | συγγνώμην αἰτῶμεν, τὰς ἀφορμὰς ἐντεῦθεν ἕξομεν, πρῶ‐ τον μὲν ὅτι ἀκούσιον τὸ πραχθέν, τοῦτο δὲ δι’ ἄγνοι‐ αν ἢ τύχην ἢ ἀνάγκην· ἐὰν δὲ ἑκούσιον ᾖ, λεκτέον ὅτι ὅσιον, ὅτι σύνηθες, ὅτι ὠφέλιμον. ἐπιχειρεῖν δὲ δεῖ, ἐξ ὧν ἐνδέχεται τόπων· οὐ γὰρ πάντες ἁρμόττουσι πρὸς πά‐ | |
30 | σας τὰς ὑπὸ τὸ αὐτὸ εἶδος οὔσας προσωποποιΐας. τοῦτο δὲ τὸ γύμνασμα μάλιστα ἠθῶν καὶ παθῶν ἐπιδεκτικόν | |
ἐστιν. ἁπλῶς μὲν οὖν ὡς ἐν εἰσαγωγῇ ἀπόχρη, κἂν | 117 | |
118 | ἐκ τοσούτων τόπων τὰ μειράκια γυμνάζηται, τοῖς δὲ ἀκριβέστερον καὶ τελεώτερον βουλομένοις τὰς προσωπο‐ ποιΐας μεταχειρίζεσθαι, πάρεστι χρῆσθαι καὶ ταῖς μικρὸν ὕστερον ῥηθησομέναις ἡμῖν ἀφορμαῖς τῶν ἐπιχειρημά‐ | |
5 | των πρὸς τὰς θέσεις. | |
6t | ΠΕΡΙ ΕΚΦΡΑΣΕΩΣ. | |
7 | Ἔκφρασις ἐστὶ λόγος περιηγηματικὸς ἐναργῶς ὑπ’ ὄψιν ἄγων τὸ δηλούμενον. γίνεται δὲ ἔκφρασις προσώ‐ πων τε καὶ πραγμάτων καὶ τόπων καὶ χρόνων. προσώ‐ | |
10 | πων μὲν οὖν, οἷον τὸ Ὁμηρικόν, γυρὸς ἔην ὤμοις, μελανόχροος, οὐλοκάρηνος. καὶ τὰ περὶ τοῦ Θερσίτου, φολκὸς ἔην, χωλὸς δ’ ἕτερον πόδα, τὼ δέ οἱ ὤμω κυρτὼ ἐπὶ στῆθος· | |
15 | καὶ τὰ ἑξῆς, καὶ παρ’ Ἡροδότῳ τὸ εἶδος τῆς ἴβιδος καὶ τῶν ἵππων τῶν ποταμίων καὶ τῶν κροκοδείλων τῶν Αἰγυπτίων. πραγμάτων δὲ οἷον [φράσις] πολέμου, εἰ‐ ρήνης, χειμῶνος, λιμοῦ, λοιμοῦ, σεισμοῦ. τόπων δὲ οἷ‐ ον λειμῶνος, αἰγιαλῶν, πόλεων, νήσων, ἐρημίας, καὶ | |
20 | τῶν ὁμοίων. χρόνων δὲ οἷον ἕαρος, θέρους, ἑορτῆς, καὶ τῶν τοιούτων. αἱ δὲ καὶ τρόπων εἰσὶν ἐκφράσεις, ὁποῖ‐ αι τῶν σκευῶν καὶ τῶν ὅπλων καὶ τῶν μηχανημάτων, ὃν τρόπον ἕκαστον παρεσκευάσθη, ὡς παρὰ μὲν Ὁμή‐ ρῳ ἡ ὁπλοποιΐα, παρὰ Θουκυδίδῃ δὲ ὁ περιτειχισμὸς | |
25 | τῶν Πλαταιέων καὶ ἡ τοῦ μηχανήματος κατασκευή, κε‐ ραίαν μεγάλην δίχα πρίσαντες ἐκοίλαναν ἅπασαν. ἐν δὲ τῇ ἐνάτῃ Κτησίας, οἷον τὰ εἴδωλα τῶν Περσῶν ἐπὶ τοῖς μακροῖς ξύλοις ὁρῶντες ὑπὸ τὸν ὄρθρον πρὸς τὰς ἀκροπόλεις πόρ‐ | |
30 | ρωθεν οἱ Λυδοὶ εἰς φυγὴν ἐτράποντο, νο‐ | 118 |
119 | μίσαντες τὴν ἀκρόπολιν πλήρη εἶναι Περ‐ σῶν, καὶ ἤδη ἑαλωκέναι. γένοιτο δ’ ἄν τις καὶ μικτὴ ἔκφρασις, ὡς παρὰ Θουκυδίδῃ καὶ Φιλίστῳ νυκτο‐ μαχία. ἡ μὲν γὰρ νὺξ καιρός ἐστιν, ἡ δὲ μάχη πρᾶ‐ | |
5 | ξις. συγγένειαν δὲ ἔχει τὸ γύμνασμα τοῦτο τῶν προει‐ ρημένων· ᾗ μὲν γὰρ περὶ οὐδενὸς ὡρισμένου ἐστὶν ἀμφότερα, ἀλλὰ κοινὰ καὶ καθόλου, ταύτῃ ὅμοια· δια‐ φέρει δὲ ἀλλήλων πρῶτον μέν, ὅτι ὁ μὲν τόπος περὶ τῶν ἐκ προαιρέσεώς ἐστιν, ἡ δὲ ἔκφρασις τὰ πολλὰ περὶ | |
10 | τῶν ἀψύχων καὶ ἀπροαιρέτων γίνεται, δεύτερον δὲ ὅτι ἐν μὲν τῷ τόπῳ τὰ πράγματα ἀπαγγέλλοντες προσ‐ τίθεμεν καὶ τὴν ἡμετέραν γνώμην ἢ χρηστὰ ἢ φαῦλα λέγοντες εἶναι, ἐν δὲ τῇ ἐκφράσει ψιλὴ τῶν πραγμά‐ των ἐστὶν ἡ ἀπαγγελία. ἐπιχειρήσομεν δὲ τὰ μὲν πράγ‐ | |
15 | ματα ἐκφράζοντες ἔκ τε τῶν προγιγνομένων, καὶ ἐκ τῶν συμβαινόντων τούτοις, οἷον ἐπὶ πολέμου διεξελευ‐ σόμεθα πρῶτον μὲν τὰ πρὸ τοῦ πολέμου, τὰς στρατο‐ λογίας, τὰ ἀναλώματα, τοὺς φόβους, τὴν χώραν δῃου‐ μένην, τὰς πολιορκίας, ἔπειτα δὲ τὰ τραύματα καὶ τοὺς | |
20 | θανάτους καὶ τὰ πένθη, ἐφ’ ἅπασι δὲ τῶν μὲν τὴν ἅλω‐ σιν καὶ τὴν δουλείαν, τῶν δὲ τὴν νίκην καὶ τὰ τρόπαια. ἐὰν δὲ τόπους ἢ χρόνους ἢ τρόπους ἢ πρόσωπα ἐκφρά‐ ζωμεν, μετὰ τῆς παρ’ ἑαυτῶν διηγήσεως ἀφορμὰς ἕξομεν λόγων καὶ ἐκ τοῦ καλοῦ καὶ ἐκ τοῦ χρησίμου καὶ ἐκ τοῦ | |
25 | ἡδέος, οἷον Ὅμηρος ἐπὶ τῶν Ἀχιλλέως ὅπλων ἐποίησεν, εἰπὼν ὅτι καὶ καλὰ ἦν καὶ ἰσχυρὰ καὶ ἰδεῖν τοῖς μὲν συμ‐ μάχοις ἐκπληκτικά, τοῖς δὲ πολεμίοις φοβερά. ἀρεταὶ δὲ ἐκφράσεως αἵδε, σαφήνεια μὲν μάλιστα καὶ ἐνάργεια τοῦ σχεδὸν ὁρᾶσθαι τὰ ἀπαγγελλόμενα, ἔπειτα τὸ μὴ τελέως | |
30 | ἀπομηκύνειν περὶ τὰ ἄχρηστα, τὸ δὲ ὅλον συνεξομοιοῦ‐ σθαι χρὴ τοῖς ὑποκειμένοις τὴν ἀπαγγελίαν, ὥστε εἰ μὲν | |
εὐανθές τι εἴη τὸ δηλούμενον, εὐανθῆ καὶ τὴν φράσιν | 119 | |
120 | εἶναι· εἰ δὲ αὐχμηρὸν ἢ φοβερὸν ἢ ὁποῖον δή ποτε, μηδὲ τὰ τῆς ἑρμηνείας ἀπᾴδειν τῆς φύσεως αὐτῶν. ἔνιοι μέν‐ τοι γε ἀξιοῦσι γυμνάζεσθαι καὶ τὴν ἔκφρασιν ἀνασκευά‐ ζοντας καὶ κατασκευάζοντας τὰς ὑπό τινων εἰρημένας | |
5 | ἐκφράσεις, οἷον ὅτι Ἡρόδοτος διέψευσται περὶ τοῦ εἴδους τῆς ἴβεως λέγων ὅτι λευκόπτεροί εἰσι πλὴν κεφαλῆς τε καὶ αὐχένος καὶ τοῦ πυγαίου ἄκρου· τὸ γὰρ πυγαῖον ὅλον λευκόν ἐστιν. ἡμῖν δὲ οὐδὲν καινὸν δοκοῦσι λέγειν παρὰ τὰ προειρημένα, διὰ τὸ τοιοῦτον εἶδος ὑποπίπτειν | |
10 | νομίζειν [ἐν] ταῖς τῶν διηγημάτων ἀνασκευαῖς τε καὶ κα‐ τασκευαῖς. | |
12t | ΠΕΡΙ ΘΕΣΕΩΣ. | |
13 | Θέσις ἐστὶν ἐπίσκεψις λογικὴ ἀμφισβήτησιν ἐπιδε‐ χομένη ἄνευ προσώπων ὡρισμένων καὶ πάσης περιστά‐ | |
15 | σεως, οἷον εἰ γαμητέον, εἰ παιδοποιητέον, εἰ θεοί εἰσι. διαφέρει δὲ τοῦ τόπου, ὅτι ὁ μέν ἐστιν ὁμολογουμένου πράγματος αὔξησις, ἡ δὲ θέσις ἀμφισβητουμένου· διὸ καὶ Ἑρμαγόρας μὲν αὐτὴν κρινόμενον προσηγόρευκε, Θεόδωρος δὲ ὁ Γαδαρεὺς κεφάλαιον ἐν ὑποθέσει. δια‐ | |
20 | φέρει δὲ καὶ τῇ ἐκβάσει, ὅτι ἐν μὲν τῇ θέσει τέλος ἐστὶ τὸ πεῖσαι, ἐν δὲ τῷ τόπῳ τὸ τιμωρίαν λαβεῖν, καὶ ὅτι λέ‐ γεται ὁ μὲν τόπος ἐν δικαστηρίῳ, ἡ δὲ ἐν ἐκκλησίᾳ καὶ ἀκροάσει, ἔτι τοῦ μὲν τόπου ἀκροῶνται δικασταί, τῆς δὲ θέσεως ἁπλῶς πολῖται, καὶ κατὰ ἄλλα πολλά. τῆς δὲ | |
25 | προσωποποιΐας, ὅτι ἡ μὲν θέσις πρόσωπον οὐκ ἐμφαίνει, ἡ δὲ προσωποποιΐα, ὅτι πλεῖστον ἀναφέρεται ἐν τῇ τῶν οἰκείων λόγων εὑρέσει τοῖς εἰσαγομένοις προσώποις· οὐ γὰρ τῷ αὐτῷ τρόπῳ τις τοὺς λόγους διαθήσεται ἁπλῶς σκοπῶν, εἰ παιδοποιητέον, καὶ παρεισάγων πατέρα συμ‐ | |
30 | βουλεύοντα τῷ υἱῷ παιδοποιήσασθαι. | |
Ληψόμεθα δὲ τὰ προοίμια τῶν θέσεων ἤτοι ἀπὸ γνώ‐ | 120 | |
121 | μης κατασκευαζούσης τὴν θέσιν, ἢ ἀπὸ παροιμίας ἢ χρείας ἢ ἀποφθέγματος χρησίμου ἢ ἱστορίας, ἢ ἀπὸ ἐγκω‐ μίου ἢ ψόγου τοῦ πράγματος, ὑπὲρ οὗ τὸ ζήτημα. διήγη‐ σιν δὲ οὐκ ἔχομεν ἐν ταῖς θέσεσιν· ὑπόκειται γὰρ τὸ | |
5 | πρᾶγμα ἀπερίστατον, ἀλλὰ μετὰ τὸ προοίμιον τάξομεν τὰ κεφάλαια. ἐπεὶ δὲ τῶν θέσεων αἱ μέν εἰσι θεωρητικαί, ὅσα θεωρίας ἕνεκα καὶ γνώσεως μόνον ζητοῦνται, οἷον εἰ θεοὶ προνοοῦνται τοῦ κόσμου, αἱ δὲ πρακτικαὶ εἴς τινα πρᾶξιν τὴν ἀναφορὰν ἔχουσαι, οἷον εἰ γαμητέον, φανε‐ | |
10 | ρὸν ὅτι αἱ μὲν πρακτικαὶ καὶ πολιτικώτεραί εἰσι καὶ κατὰ τὸν ῥητορικὸν χαρακτῆρα, αἱ δὲ θεωρητικαὶ μᾶλλον τοῖς φιλοσόφοις ἁρμόττουσιν, αἷς οὐδὲν ἧττον ἐγχειρεῖν καὶ τοῖς ῥητορικοῖς δυνατόν ἐστιν ἀπὸ τῶν πρὸς τὰς πρακ‐ τικὰς θέσεις τόπων ὁρμωμένοις. οὐδὲν μέντοι διαφέ‐ | |
15 | ρει, ἐάν τε οὕτω λέγῃ τις, εἰ γαμητέον ἢ οὔ, καὶ πάλιν, εἰ αἱρετέος ὁ γάμος ἢ φευκτέος· ἓν γὰρ καὶ ταὐτόν ἐστι διὰ πάντων τούτων τὸ δηλούμενον. Τῶν μὲν οὖν πρακτικῶν θέσεων τὰ ἀνωτάτω κεφά‐ λαια καταλαμβάνεται κατασκευάζοντι μὲν ἐκ τοῦ ἀναγ‐ | |
20 | καίου καὶ τοῦ καλοῦ καὶ τοῦ συμφέροντος καὶ τοῦ ἡδέος, ἀνασκευάζοντι δὲ ἐκ τῶν ἐναντίων· εἰς ἑκάστην δὲ ἐπι‐ χειρήσομεν, ἐξ ὧν τόπων δυνατόν ἐστιν· ὡς γὰρ ἐπιση‐ μαινόμεθα, οὐχ οἷόν τέ ἐστιν ἐκ πάσης ἀφορμῆς πρὸς πᾶν πρόβλημα ἐπιχειρεῖν· εἰσὶ δὲ καὶ οἱ τόποι οἵδε, πρῶ‐ | |
25 | τον μὲν ὅτι δυνατὸν γενέσθαι τὸ ἀξιούμενον διὰ τῆς θέ‐ σεως, δεύτερον δὲ ὅτι κατὰ φύσιν καὶ κατὰ τὰ κοινὰ πάν‐ των ἀνθρώπων ἔθη τε καὶ νόμιμα· οὐ γὰρ ἀπόχρη πρὸς τὸ πρᾶξαί τι τὸ δυνατὸν αὐτὸ εἶναι, ἐὰν μὴ κατὰ φύσιν καὶ κατὰ νόμον ὑπάρχῃ, τρίτον ὅτι ῥᾴδιον γενέσθαι, εἰ | |
30 | δὲ μὴ ῥᾴδιον εἴη, δυνατὸν δὲ πραχθῆναι, καὶ ὅτι πολὺ πλέον οὕτως ἐπαινετόν ἐστιν ἢ εἰ μὴ ῥᾴδιον ἦν. ἔπειθ’ ὅτι μὴ μό‐ | |
νοι πράττομεν, ἀλλὰ καὶ ἕτεροι πολλοί. ἑξῆς ὅτι μὴ πρῶ‐ | 121 | |
122 | τοι, ἀλλὰ καὶ ἄλλοι πρὸ ἡμῶν, εἰ δὲ καὶ μόνοι ἢ πρῶ‐ τοι, ἀλλ’ ὅτι ποτὲ κρεῖττον ἄρξασθαι ἔργων καλῶν, ἐπαι‐ νετώτερον δὲ καὶ τὸ μόνον, ἀλλὰ μὴ μεθ’ ἑτέρου. εἶθ’ ὅτι ἁρμόττει. εἶθ’ ὅτι δίκαιον καὶ ὅτι ὅσιον (διττὸν δὲ τοῦτο· ἢ γὰρ | |
5 | θεοῖς κεχαρισμένον ἢ τετελευτηκόσιν). ἐφεξῆς δὲ ὅτι ἀναγκαῖον. εἶθ’ ὅτι ἔνδοξον, καὶ ὅτι λυσιτελές, καὶ ὅτι πρὸς ἀσφάλειαν ἐπιτήδειον, καὶ ὅτι προκαταρκτικόν ἐστι κρειττόνων πραγμάτων, καὶ ὅτι ἡδύ, καὶ ὅτι εἰ μὴ πραχθῇ, μετάνοιαν φέρει καὶ δυσεπανόρθωτόν ἐστιν. ἐκ δὲ τῶν | |
10 | ἐναντίων· εἰ γὰρ τὸ ἐναντίον οὐ πρακτέον, τοῦτο πρα‐ κτέον· καὶ εἰ τὸ ἐναντίον αἰσχρόν, τοῦτο καλόν· καὶ εἰ ἐκεῖνο ἀσύμφορον, τοῦτο συμφέρον· καὶ εἰ τὸ ἐναντίον ἀηδές, τοῦτο ἡδύ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐκ τοῦ ὁμοίου· εἰ γὰρ τὸ ὅμοιον αἱρετόν, καὶ τοῦτο αἱρετόν. | |
15 | ὁμοίως δὲ καὶ ἐκ τοῦ ἐλάττονος καὶ ἐκ τοῦ μείζονος καὶ ἐκ τοῦ μέρους καὶ ἐκ τοῦ ὅλου καὶ ἐκ τοῦ τέλους, οὗ χάριν καὶ τὸ πρᾶγ‐ μα αἱρούμεθα· εἰ γὰρ τὸ τέλος αἱρετόν, καὶ τὸ ποιητι‐ κὸν τοῦ τέλους αἱρετόν. μετὰ δὲ ταῦτα ἐκ τῆς περιο‐ χῆς, ὅτι πολλὰ ἐν αὑτῷ περιέχει πράγματα καλὰ ἢ συμ‐ | |
20 | φέροντα ἢ ἡδέα. εἶτα ἐκ τῶν πρὸ τοῦ πράγματος ἐπι‐ χειρήσομεν, καὶ ἐκ τῶν παρ’ αὐτὸ τὸ πρᾶγμα, καὶ τρί‐ τον ἐκ τῶν μετὰ τὸ πρᾶγμα. ἐὰν μέντοι τις καὶ τῶν τελεωτέρων ᾖ, ληπτέον καθ’ ἕκαστον τῶν προειρημέ‐ νων τόπων καὶ τὰς τῶν ἐπισήμων ἀνδρῶν ποιητῶν τε | |
25 | καὶ πολιτικῶν καὶ φιλοσόφων μαρτυρίας. ἔτι δὲ καὶ εἴ πού τινες ἱστορίαι συνᾴδουσι τοῖς λεγομένοις, καὶ τού‐ των μνημονευτέον μὴ χύδην μηδ’ ὡς ἔτυχεν, ἀλλὰ κα‐ τὰ αὔξησιν ποιουμένους τὰ παραδείγματα, πρῶτον ἀπὸ τῶν ἑνὶ ἀνδρὶ καὶ ἰδιώτῃ πεπραγμένων, ἔπειτα ἀπὸ τῶν | |
30 | ἄρχοντι ἢ βασιλεῖ, ἑξῆς δὲ ἀπὸ τῶν πόλει, καὶ ἐπὶ πᾶσιν | |
ἀπὸ τῶν χώραις τισὶν ἢ ἔθνεσι γεγενημένων, μὴ μέντοι | 122 | |
123 | ὥστε ἀνάπλεων ἱστοριῶν καὶ ποιημάτων τὸν λόγον γε‐ νέσθαι. ἐκ δὲ τῶν ἐναντίων ἀνασκευαστέον. Τὴν δὲ τάξιν ποιησόμεθα τῶν ἐπιχειρημάτων, καθὰ καὶ τὴν τῶν τόπων ἐποιησάμεθα, ἄνωθεν ἀπὸ τῶν πρώ‐ | |
5 | των ἀρχόμενοι καὶ προϊόντες μέχρι τῶν τελευταίων. Παραδείγματος δὲ ἕνεκα ἔστω τις θέσις πρώτη ἀπὸ τῶν πρακτικῶν, οἷον εἰ πολιτεύεται σοφός. τῷ μὲν οὖν κατασκευάζοντι ὡς χρὴ πολιτεύεσθαι, λεκτέον πρῶτον μὲν ὅτι δυνατόν ἐστι τῷ σοφῷ πολιτεύεσθαι, δεύτερον | |
10 | δὲ ὡς κατὰ φύσιν ἐστίν, οἷον ὅτι καὶ ἐν θηρίοις ὑπάρχει πολιτεία καὶ ἑκάστης ἀγέλης ἐστί τις ἡγεμών, καὶ ὅτι πα‐ ρὰ βαρβάροις καὶ παρ’ Ἕλλησι καὶ παρ’ αὐτοῖς (ὡς λό‐ γος) τοῖς θεοῖς ἀεὶ ἄρχουσιν οἱ σπουδαιότατοι. ἑξῆς δὲ ὅτι καὶ ῥᾴδιον τῷ σοφῷ πολιτεύεσθαι· ἐγγεγυμνασμένος | |
15 | γὰρ ταῖς περὶ ἠθῶν ἀνθρωπίνων πραγματείαις οὐκ ἀρ‐ ρύθμως ἀνθρώπων προστήσεται. ἔπειτα ὅτι εἰ καὶ μὴ ῥᾴδιον ἦν, ἀλλὰ προὐργιαίτερόν γε χρὴ τίθεσθαι τῶν πόνων τὴν τῆς πόλεως εὐδαιμονίαν. ἑξῆς δὲ ὅτι καὶ συν‐ αγωνιστὰς ἔχει πολλοὺς τοὺς συμπολιτευομένους, καὶ | |
20 | ὅτι μὴ πρῶτος, ἀλλὰ πολλοὶ ἐπολιτεύσαντο σοφοί, Πιτ‐ τακὸς Σόλων Λυκοῦργος Ζάλευκος, ἄλλοι μυρίοι. ἔπειθ’ ὅτι καὶ εἰ μηδεὶς ἦν καὶ πάλαι πεπολιτευμένος καὶ νῦν, ἀλλ’ ἐπαινετώτερός γε ἀρχόμενος καλῶν ἔργων. μετὰ δὲ ταῦτα ὅτι ἁρμόττει τῷ σοφῷ πολιτεύεσθαι· τίς γὰρ | |
25 | ἄμεινον αὐτοῦ κρινεῖ τὰ δίκαια, καὶ συμβουλεύσεται τὸ συμφέρον, καὶ νόμους καὶ ψηφίσματα εἰσηγήσεται, καὶ ἀδωροδόκητα ταῦτα διαπράξεται; ἐν τίνι δὲ ἔργῳ μᾶλλον ἐπιδείξεται τὴν ἀρετὴν καὶ τὴν πρὸς τὸν θεὸν ὁμοιότη‐ τα; πρὸς δὲ τούτοις ὅτι δίκαιον ἀποδοῦναι τῇ πατρίδι | |
30 | καὶ τοῖς πολίταις καὶ τοῖς πατρῴοις θεοῖς τὰς ἀμοιβὰς τῆς παρ’ αὐτῆς τροφῆς καὶ παιδείας. ἔπειθ’ ὅτι ὅσιον | |
καὶ κεχαρισμένον ἐστὶ τοῖς θεοῖς, τοὺς ἀνθρώπους καλῶς | 123 | |
124 | πολιτεύεσθαι, ἑξῆς δὲ ὅτι καὶ τοῖς κατοιχομένοις ἡδύ ἐστι σώζεσθαι τοὺς συγγενεῖς. εἶθ’ ὅτι ἀναγκαῖόν ἐστι τῇ πόλει ἔχειν τινὰ τὸν προνοοῦντα αὐτῆς καὶ μάλιστα σπουδαῖον· ἄνευ γὰρ τούτου πόλις οὐκ ἂν δύναιτο συ‐ | |
5 | στῆναι. μετὰ δὲ ταῦτα ὅτι καὶ αὐτὸς ἑαυτοῦ τις ἐνδοξό‐ τερος γίνεται πολιτευόμενος, κἂν τέως ἀφανὴς ἦν. ἔπειθ’ ὅτι λυσιτελέστατα ἂν τὸν καθ’ ἡμέραν βίον διάγοι εἰς χρημάτων λόγον, καὶ ὅτι ἀσφαλέστατα τοῦ παρὰ τῶν συκοφαντούντων καὶ ἐπιβουλευόντων φθόνου ἀπηλλαγ‐ | |
10 | μένος. ἑξῆς δὲ ὅτι ἄρχει καὶ προηγεῖται τὸ πολιτεύεσθαι τὸν σοφὸν μειζόνων τε καὶ καλλιόνων πραγμάτων οὐ μόνον ἰδίᾳ, ἀλλὰ καὶ κοινῇ, καὶ ὅτι καὶ ἥδιστος ὁ βίος τῶν πολιτευομένων, τοῦτο δὲ σχεδὸν παρακολουθεῖν πέφυκε καὶ τοῖς πλείστοις τῶν προειρημένων τόπων. ἔτι δὲ πρὸς | |
15 | τούτοις, ὅτι ἀμεληθεῖσα πολιτεία καὶ μεταβολὴν ἐπὶ τὸ κακὸν λαβοῦσα δυσεπανόρθωτός ἐστι, καὶ τῷ πρὶν γενέ‐ σθαι πονηρὸν ἠμεληκότι μετάνοια γίνεται, ὅτε μηδὲν ὄφε‐ λος. ἑξῆς δὲ ἐκ τῶν ἐναντίων· εἰ γὰρ τὸ ἐναντίον οὐ πρακτέον, | |
18 | τοῦτο πρακτέον. εἰ γὰρ τὸ ἀντιπράττειν τῇ πατρίδι αἰσχρόν, τὸ πολιτεύεσθαι καλόν· εἰ ἐκεῖνο ἀσύμ‐ | |
20 | φορον, τοῦτο συμφέρον· καὶ εἰ ἐκεῖνο ἀηδές, τοῦτο ἡδύ. καὶ εἰ τὸ ὅμοιον τῷ πολιτεύεσθαι, ἔστω δὲ τὸ ἐπιμελεῖσθαι τῶν νέων, εἰ καλόν ἐστι καὶ συμφέρον καὶ ἡδύ, καὶ αὐτὸ τὸ πολιτεύεσθαι καλόν ἐστι καὶ συμφέρον καὶ ἡδύ. ἐκ δὲ τοῦ ἐλάττονος ἐπιχειρήσομεν οὕτως· εἰ μιᾶς οἰκίας τῷ | |
25 | σπουδαίῳ φροντιστέον, καὶ πόλεως μιᾶς ἐπιμελητέον. ἐκ δὲ τοῦ μέρους καὶ ἐκ τοῦ μείζονος, ὅτι εἰ ἕνα νόμον συμφέροντα, ἐπεὶ καὶ μίαν συμβουλὴν εἰσηγητέον τῷ σπουδαίῳ, καὶ ὅλην τὴν πολιτείαν. ἀνάπαλιν δὲ ἐκ τοῦ ὅλου, εἰ καθολικὴν πολι‐ τείαν εἰσηγεῖται τοῖς ἀνθρώποις ὁ σοφός, ὥσπερ καὶ | |
30 | Πλάτων ἐν τῇ πολιτείᾳ, δίκαιός ἐστι καὶ ἐν τῇ ἑαυτοῦ πατρίδι πολιτεύσασθαι. μετὰ δὲ ταῦτα διελευσόμεθα τὴν | |
εὐδαιμονίαν τῆς πόλεως ἐν εἰρήνῃ τε καὶ παρὰ τὸν πό‐ | 124 | |
125 | λεμον, καὶ ἁπλῶς παρ’ ὁντιναοῦν χρόνον, ἅπερ τελευτὴ τοῦ καλῶς πολιτεύσασθαί ἐστιν. εἶτα ἐκ τῆς περιοχῆς, ὅτι λόγῳ μὲν καὶ τῷ δοκεῖν ἕν τι μέλλει τῇ πόλει χαρί‐ ζεσθαι τὸ πολιτεύσασθαι, ἔργῳ δὲ πολλά ἐστι. κατὰ | |
5 | γὰρ τοὺς περὶ τὸν Ἀριστοτέλην ἀνάγκη τὸν πολιτευό‐ μενον περὶ πολέμου καὶ εἰρήνης συμβουλεῦσαι, καὶ περὶ χρημάτων, καὶ περὶ φυλακῆς τῆς χώρας, καὶ περὶ τῶν εἰσαγωγίμων καὶ ἐξαγωγίμων, καὶ περὶ νομοθεσίας τε καὶ τῶν ἄλλων τοιούτων. τῶν δὲ πρὸ τοῦ πράγματος τό‐ | |
10 | πων καὶ τῶν παρ’ αὐτὸ τὸ πρᾶγμα καὶ μετὰ τὸ πρᾶγμα δυνατὸν μὲν καὶ ἐπὶ τῆς προκειμένης θέσεως παραδείγ‐ ματα ἐκθέσθαι, σαφέστερα δὲ ἔσται ἐφ’ ἑτέρας, οἷον εἰ παιδοποιητέον. λαβόντες γὰρ τὸν γάμον καὶ πάντα ἁπλῶς, ὅσα ἀνάγκη τῆς παιδοποιΐας προϋπάρξαι, ἐπαι‐ | |
15 | νεσόμεθα δεικνύντες καλὰ καὶ συμφέροντα καὶ ἡδέα, [καὶ] εἶθ’ ἑξῆς παρομαρτοῦντα τῇ παιδοποιΐᾳ, μετὰ δὲ ταῦτα τὰ ἐπιγιγνόμενα, οἷον τὰς γηρωκομίας καὶ γηρω‐ βοσκίας, καὶ τὰς τῶν τέκνων εὐπραγίας καὶ ἡδονάς, καὶ τὰ παραπλήσια. ἐκ δὲ τῶν ἐναντίων εὐπορήσομεν εἰς | |
20 | ἀνασκευήν. Περὶ μὲν οὖν τῆς πρακτικῆς θέσεως τοσαῦτα, φέρε δὲ πειραθῶμεν καὶ τῶν θεωρητικῶν τινα διελεῖν ἐκ τῶν αὐτῶν τόπων ὁρμώμενοι, οὐ μέντοι τὴν αὐτὴν τά‐ ξιν κἀνταῦθα φυλάξομεν, ἥνπερ ἐπὶ τῶν πρακτικῶν, | |
25 | ἀλλ’ ὡς ἂν φανείη τῷ προτεθέντι προβλήματι ἁρμότ‐ τειν, οὕτω καὶ ποιησόμεθα· ἴσως δ’ ἄμεινον τὸ αὐτὸ ποιεῖν καὶ ἐπὶ τῶν πρακτικῶν. ἁρμόττουσα δὲ τάξις ἑκάστῳ προβλήματί ἐστιν, ὅταν τὸ καταρχὰς τὰ ἁπλού‐ στερα καὶ κουφότερα τῶν ἐπιχειρημάτων λέγοντες ἢ | |
30 | καὶ μᾶλλον προϊόντες τὰ πληκτικώτερα καὶ βαρύτερα λαμβάνωμεν, καὶ ὅταν τὰ κατασκευαστικά τινων πρὸ | |
ἐκείνων τάττωμεν, ὧν ἐστι κατασκευαστικά, καὶ ὅταν | 125 | |
126 | τὰ ἀσθενῆ μεταξὺ τῶν ἰσχυροτέρων παρεμβάλλωμεν, καὶ ὅσα ἄλλα λέγεται ἐν τοῖς περὶ τάξεως· ἔστω δ’ οὖν ἡμᾶς ζητεῖν, εἰ προνοοῦσι θεοὶ τοῦ κόσμου. οὐκοῦν πάλιν ἐροῦμεν, ὅτι δυνατόν ἐστι τοῖς θεοῖς προνοεῖν ἡμῶν, | |
5 | καὶ μηδὲν αὐτοὺς ἐλαττοῦσθαι ἐκ τῆς περὶ τὸν κόσμον φροντίδος. ἔπειθ’ ὅτι ῥᾴδιόν ἐστι τῷ θεῷ καὶ ἄνευ πάσης πραγματείας. ἑξῆς ὅτι καὶ δαίμονας καὶ ἥρω‐ ας καὶ ἄλλους θεοὺς συναγωνιστὰς ἔχει ταύτης τῆς φρον‐ τίδος. εἶθ’ ὅτι πάντες ἄνθρωποι Ἕλληνές τε καὶ βάρ‐ | |
10 | βαροι ἔννοιαν περὶ τῶν θεῶν ἔχουσιν ὡς προνοοῦσιν ἡμῶν. σημεῖον δέ· οὐ γὰρ ἂν βωμοὶ καὶ ναοὶ καὶ χρηστή‐ ρια θεοῖς ἀνετίθετο, ἐφ’ οἷς ἕκαστοι εὖ πεπόνθασιν ἐν λιμῷ ἢ λοιμῷ ἢ πολέμῳ ἤ τινι τῶν τοιούτων, ὡς ἀπαλλα‐ γέντες, οὐδ’ ἂν πάντη ἂν προσεῖχον τὸν νοῦν, καὶ μάλι‐ | |
15 | στα ὁπότε περὶ τῶν μεγίστων κινδυνεύοιεν. ἑξῆς δὲ ὅτι καὶ τοῖς σοφοῖς δοκεῖ, οἷον Πλάτωνι Ἀριστοτέλει Ζήνωνι, εἶθ’ ὅτι τοῖς νομοθέταις· οὐ γὰρ ἂν ἀσεβείας ἦσαν γρα‐ φαί. εἶθ’ ὅτι ἔνδοξοί εἰσι μάλιστα οἱ ἡγούμενοι προνοεῖν ἡμῶν τοὺς θεούς. εἶθ’ ὅτι ἀσφαλέστατα ἂν οὗτοι καὶ | |
20 | προσεχόντως τὸν βίον διάγοιεν νομίζοντες ἔχειν ἐπισκό‐ πους ἀεὶ πασῶν τῶν κατὰ τὸν βίον πράξεων, καὶ ὅτι μάλιστα ἡδέως ζῶσιν οἱ ἡγούμενοι ἐπιμελητὰς ἔχειν τοὺς θεούς. μετὰ δὲ ταῦτα ὅτι δίκαιος ὢν ὁ θεὸς οὐκ ἂν ἀπρονοήτους περιεώρα τοὺς σεβομένους αὐτόν. ἔπειθ’ | |
25 | ὅτι ἡ φύσις τῶν ὅλων μαρτυρεῖ κατὰ πρόνοιαν πάντα γεγενῆσθαι τῆς σωτηρίας ἕνεκα τῶν ἐν κόσμῳ· αἵ τε γὰρ τοῦ ἔτους ὧραι κατὰ καιρὸν τὰς μεταβολὰς λαμβάνουσαι, οἵ τε ὄμβροι καὶ καρποὶ καθ’ ὥραν γινόμενοι, καὶ τὰ μέρη δὲ τῶν ὡρῶν ὡς εὖ δεδημιούργηται ὑπὸ τῆς | |
30 | φύσεως πρὸς διαμονὴν καὶ σωτηρίαν αὐτῶν, καθάπερ καὶ Ξενοφῶν ἐν τοῖς ἀπομνημονεύμασι δηλοῖ. εἶθ’ ὅτι | |
τοῦτο πάντων μάλιστα ἁρμόττει τῷ θεῷ τὸ προνοεῖν | 126 | |
127 | τοῦ κόσμου· οὐ γὰρ δὴ ὅσιον ἀργὸν καὶ ἄπρακτον τὸν θεὸν εἰπεῖν, ἢ νὴ Δία τοιαύτας ἔχειν ἀσχολίας, οἵας ἡμεῖς τῷ θνητοὶ εἶναι καὶ ἀσθενεῖς ἀναγκαίως ἀσχολού‐ μεθα. εἶθ’ ὅτι ἀναγκαῖόν ἐστι τὸ πρόνοιαν εἶναι· εἰ | |
5 | γάρ τις τὸ προνοεῖν περιέλοι τοῦ θεοῦ, ἀνῄρηκε καὶ ἣν ἔχομεν περὶ αὐτοῦ ἔννοιαν, δι’ ἣν καὶ τὸ εἶναι αὐτὸν ὑπολαμβάνομεν· ἐκ γὰρ τῆς περὶ ἡμᾶς αὐτοῦ φροντίδος τοῦ θεοῦ καὶ ὅτι ὑπάρχει πεπιστεύκαμεν. ἔπειθ’ ὅτι οὐ‐ δὲ τὴν ἀρχὴν συνέστη ὁ κόσμος, εἰ μή τις ἦν πρόνοια. | |
10 | ὥσπερ γὰρ οὐδὲ οἰκία ἄνευ τοῦ οἰκοδόμου δύναται γε‐ νέσθαι ἐξ αὐτομάτου συνδραμόντων τῶν πλίνθων, οὐδὲ πλοῖον ἄνευ τοῦ ναυπηγοῦ, οὐδὲ ὅλως τι τῶν εὐτελεστά‐ των ἢ τιμιωτάτων ἄνευ τοῦ περὶ ἕκαστον δημιουργοῦ, οὕτω γελοῖόν ἐστι φάναι τὸ κάλλιστον καὶ τιμιώτατον | |
15 | ἁπάντων τῶν ὄντων τὸν κόσμον μὴ ὑπὸ καλλίστου τι‐ νὸς καὶ θειοτάτου δημιουργοῦ γεγονέναι, ἀλλ’ ἐκ ταυ‐ τομάτου. μετὰ δὲ ταῦτα ἐκ τοῦ ἐναντίου, ὅτι εὔηθές ἐστι τὴν τοιαύτην εὐταξίαν τῶν κατὰ τὸν οὐρανὸν φε‐ ρομένων μὴ ὑπό τινος προνοίας γενέσθαι νομίζειν, ἀλλ’ | |
20 | εἰκῇ καὶ ὡς ἔτυχεν. ἔπειτα ἐκ τοῦ ὁμοίου, ὅτι εἰ μὴ δύ‐ ναται καλῶς συστῆναι μήτε οἰκία ἄνευ οἰκονόμου, μήτε ναῦς ἄνευ κυβερνήτου, μήτε στρατόπεδον ἄνευ στρατη‐ γοῦ, μήτε πόλις ἄνευ πολιτευτοῦ, οὐδ’ ἂν ὁ κόσμος δύ‐ ναιτο συστῆναι ἄνευ τοῦ προνοοῦντος θεοῦ. πρὸς δὲ | |
25 | τούτοις ἐκ τοῦ μέρους, ὅτι εἰ ὁμολογουμένως φαίνονται ἡμῶν κατὰ πόλεις προνοοῦντες ἥρωές τε καὶ δαίμονες καὶ θεοί, ἀκόλουθόν ἐστιν ὅλου τοῦ κόσμου προνοεῖν θεούς. εἶτα ἐκ τῆς περιοχῆς, ὅτι λόγῳ μὲν ἓν ἀναιρεῖται δόγμα, τὸ δ’ ἀληθὲς πολλά· εἰ γὰρ οὐκ ἔστι θεῶν πρό‐ | |
30 | νοια, οὐδὲ δικαιοσύνη δύναται συνίστασθαι οὔτε εὐ‐ σέβεια οὔτε εὐορκία οὔτε ἀνδρεία οὔτε σωφροσύνη οὔ‐ | |
τε φιλία οὔτε χάρις οὔθ’ ἁπλῶς τῶν κατ’ ἀρετὴν οὐ‐ | 127 | |
128 | δέν, ἅπερ οὐκ ἔστι κατ’ ἄνδρας νοῦν ἔχοντας ἀναιρεῖν. ἐκ δὲ τῶν ἐναντίων τόπων εἰς τὸ ἕτερον μέρος ἐπιχειρή‐ σομεν. ἐπεὶ δὲ τῶν θέσεων αἱ μέν εἰσιν ἁπλαῖ, αἱ δὲ συνε‐ ζευγμέναι, ἁπλαῖ μὲν εἰ γαμητέον, συνεζευγμέναι δὲ | |
5 | εἰ βασιλεῖ γαμητέον, διαιρετέον τὰς συνεζευγμένας εἰς ἑκάστην τῶν συνεζευγμένων, ἵνα τοὺς οἰκείους λόγους ἑκάστῳ τῶν μερῶν ἀποδῶμεν. καὶ αὐξήσεις καὶ παρεκβά‐ σεις, καθ’ ἃ ἐνδέχεται μέρη τῆς θέσεως, ποιησόμεθα. ὁμοίως δὲ καὶ πάθεσι καὶ ἤθεσι καὶ προτροπαῖς χρη‐ | |
10 | σόμεθα καὶ σχεδὸν πάσαις τῶν λόγων ἰδέαις· πολλὰς γὰρ εἰσάξομεν βίων περιστάσεις, καὶ περὶ ἑκάστης τοὺς ἁρμόζοντας λόγους ἐροῦμεν, οἷον φέρε ζητεῖν, εἰ γαμη‐ τέον. μετὰ τὸ κοινοὺς καὶ καθολικοὺς περὶ πάντων ἀνθρώπων λόγους ὑποθέσθαι, ἐξ ὧν ἢ συστήσομεν τὸ | |
15 | γαμεῖν ἢ ἀνασκευάσομεν, καὶ καθ’ ἕκαστον βίον ὑπερεξε‐ λευσόμεθα, οἷον γεωργοῦ ἐμπόρου στρατιώτου πλουσίου πένητος βασιλέως, καὶ οὕτω πολλὴν περιουσίαν λόγων ἕξομεν, ὡς τὴν μίαν θέσιν πάμπολλα ποιῆσαι. ταῖς δ’ αὐ‐ ταῖς ἀφορμαῖς τῶν ἐπιχειρημάτων χρησόμεθα καὶ πρὸς | |
20 | τὴν τῶν γνωμῶν ἀνασκευήν, καθάπερ εἶπον καὶ πρό‐ τερον. | |
22t | ΠΕΡΙ ΝΟΜΟΥ | |
23 | Νόμος ἐστὶ δόγμα πλήθους ἢ ἀνδρὸς ἐνδόξου πο‐ λιτικόν, καθ’ ὃ πᾶσι προσήκει ζῆν τοῖς ἐν τῇ πόλει, οὐκ | |
25 | εἴς τινα χρόνον ἀφωρισμένον. τῶν δὲ νόμων ἐξέτασις διχῶς· ἢ γὰρ εἰσφερομένων αὐτῶν καὶ τιθεμένων ἢ κει‐ μένων ἤδη. τιθεμένων οὖν γίνεται δοκιμασία, εἰ χρὴ κυ‐ ροῦν ἢ μή. περὶ δὲ τῶν ἤδη κειμένων αἱ ἀμφισβητή‐ σεις γίνονται τοῖς δικαζομένοις οὐ παντελῶς ἀναιροῦσαι | |
30 | τοὺς νόμους, ἀλλ’ ἑκάτερον πρὸς τὸ λυσιτελέστερον ἐξ‐ | 128 |
129 | ηγούμεναι, καὶ αὔξονται μὲν ὅσα ὑπὲρ αὐτοῦ γεγράφ‐ θαι δοκεῖ, συγκρύπτονται δὲ τὰ ἐναντία. Ἐπεὶ δὲ νῦν ἡμῖν ὁ λόγος περὶ ἀνασκευῆς καὶ κατα‐ σκευῆς νόμου, ταῦτα δὲ μάλιστα ἐν ταῖς εἰσηγήσεσι, λε‐ | |
5 | κτέον περὶ τούτου. εἰσφερομένων τοίνυν τῶν νόμων ἢ κατηγοροῦμεν καὶ ἀνασκευάζομεν, ἢ συνηγοροῦμεν καὶ κατασκευάζομεν. μετὰ δὲ τὸ προοίμιον ἀνασκευάζομεν ἐκ τόπων τῶνδε, ἐκ τοῦ ἀσαφοῦς, ἐκ τοῦ ἀδυνάτου, ἐκ τοῦ οὐκ ἀναγκαίου, ἐκ τοῦ ὑπεναντίου, ἐκ τοῦ ἀδίκου, ἐκ | |
10 | τῆς ἀξίας, ἐκ τοῦ ἀσυμφόρου, ἐκ τοῦ αἰσχροῦ. Γίνεται δὲ ἀσάφεια ἡ μὲν περὶ τὴν προφοράν, ἥν τινες περὶ τὴν προσῳδίαν καλοῦσιν, ἡ δὲ περὶ τὸ ὄνομα, ἡ δὲ περὶ τὴν ὁμωνυμίαν, ἡ δὲ περὶ τὴν πολυωνυμίαν, ἣν συνωνυμίαν ἕτεροι προσαγορεύουσιν, ἡ δὲ περὶ τὴν σύν‐ | |
15 | ταξιν, ἡ δὲ περὶ τὴν σύνθεσιν καὶ διαίρεσιν, ἡ δὲ περὶ πλεονασμόν, ἡ δὲ περὶ ἔλλειψιν, ἡ δὲ περὶ τὴν μάχην. περὶ μὲν οὖν τὴν προφοράν ἐστιν, ὅταν ἐν τῇ αὐτῇ τάξει κειμένων τινῶν λέξεων ὁμοίων, δυνατὸν ᾖ προφέρεσθαι διττῶς τὸ γεγραμμένον, οἷον θεράπαινα χρυσία μὴ φο‐ | |
20 | ρείτω, εἰ δὲ μή, ΔΗΜΟΣΙΑ ἔστω. ἀμφισβητοῦμεν γάρ, πότερον ἡ θεράπαινα δημοσία ἔστω, ἢ τὰ χρυσία· δύνα‐ ται γὰρ συστέλλεσθαι καὶ ἐκτείνεσθαι τὸ ᾱ. περὶ δὲ τὸ ὄνομα, ὅταν καινὸν ἢ σφόδρα παλαιὸν ἢ ξένον ᾖ τὸ γε‐ γραμμένον, οἷον ἡ ποδοκάκκη καὶ ἡ ἡμεδαπή, καὶ εἴ τις | |
25 | λέγοι τὸν κέραμον ἀντὶ δεσμωτηρίου, καθάπερ Κύπριοι· διὸ καὶ τὸ παρ’ Ὁμήρῳ τινὲς οὕτως ἐξηγοῦνται, χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. περὶ δὲ τὴν ὁμωνυμίαν, ὅταν ἓν ὄνομα δύο ἢ τρία ση‐ μαίνῃ ἢ καὶ πλείω, οἷον εἴ τις γράφει, ἐκ παιδὸς μὴ | |
30 | εἶναι μαρτυρίαν. ζητήσομεν γὰρ ἐνταῦθα, πότερον ἄνη‐ βον λέγει μὴ μαρτυρεῖν ἢ υἱὸν ὑπὲρ πατρὸς ἢ δοῦλον | |
ὑπὲρ δεσπότου. οὗτοι γὰρ ἑνὶ ὀνόματι προσαγορεύ‐ | 129 | |
130 | ονται παῖδες. περὶ δὲ τὴν πολυωνυμίαν ἀνάπαλιν, ὅταν τὸ σημαινόμενον ἕν, τὰ δὲ ὀνόματα πολλά, οἷον ἄορ, ξίφος, φάσγανον, μάχαιρα. ἀσάφεια γὰρ καὶ οὕτω γί‐ νεται, ὅταν οἴηταί τις ἴσα τοῖς ὀνόμασιν εἶναι τὰ ση‐ | |
5 | μαινόμενα. περὶ δὲ τὴν σύνταξιν, οἷον ἐπειδὰν φήσῃ Πιττακὸς νέμεσθαι πατέρα καὶ μητέρα τὴν ἴσην· ἀμφι‐ βάλλει γὰρ καὶ ἥδε ἡ λέξις, ἆρα γὰρ τοὺς παῖδας λέγει νέ‐ μεσθαι τὰ τῶν γονέων, ἢ τοὺς γονεῖς τὰ τῶν παίδων; καὶ ἔτι ὅταν ἐν μέσῳ τι κείμενον ὄνομα δύνηται συνταττό‐ | |
10 | μενον ἢ τοῖς πρὸ αὐτοῦ ἢ τοῖς μετ’ αὐτὸ διάφορον διά‐ νοιαν ἀποτελεῖν, οἷον ὁ νικήσας ἐν πολέμῳ στρατηγὸς ἀνατιθέτω τοῦ Ἄρεως ἄγαλμα χρυσοῦν ἔχον δόρυ· ἔστι γὰρ τὸ λεγόμενον ἤτοι ἄγαλμα χρυσοῦν ἢ δόρυ. περὶ δὲ τὴν σύνθεσιν καὶ διαίρεσιν, ἥν τινες περὶ τὴν κοινὴν | |
15 | τοῦ διῃρημένου καὶ τοῦ ἀδιαιρέτου φασίν, οἷον ἐπὶ τὸν κλῆρον ἔρχεσθαι νόμου κελεύοντος ἀδελφοὺς παῖδας. ἔστι μὲν γὰρ διαιροῦντας φάναι, πρῶτον μὲν καλεῖ‐ σθαι τὸν ἀδελφόν, εἰ δὲ μὴ οὗτος εἴη, τότε τοὺς παῖ‐ δας παρεῖναι, ἔστι δὲ καὶ συντιθέναι λέγοντας ἅμα κα‐ | |
20 | λεῖσθαι αὐτούς. καὶ πάλιν, ὁ ψευδομαρτυρῶν ἁλοὺς τρὶς χιλίας διδότω· ἤτοι γὰρ λέγει, ὁ τρὶς ἁλοὺς ψευδομαρ‐ τυρῶν χιλίας διδότω, ἢ τρὶς χιλίας διδότω ἅπαξ ἁλούς. περὶ πλεονασμὸν δὲ γίνεται ἀσάφεια, ὅταν δυνατὸν ᾖ πλέον τι τοῦ γεγραμμένου συλλογίζεσθαι, ὡς καὶ αὐτὸ | |
25 | δυνάμει δηλούμενον, οἷον εἴ τις νομοθετήσειε κληρονο‐ μεῖν καὶ τοὺς πρὸς μητρός· ἀμφισβητήσειε γὰρ ἂν καὶ ἡ μήτηρ, ὡς εἰ τοὺς πρὸς μητρὸς νόμος κληρονομεῖν καλεῖ, πολὺ πρότερον αὐτὴν τὴν μητέρα καλοίη. ἡ δὲ παρ’ ἔλλειψιν ἀσάφεια γίνεται πολλαχῶς, οἷον ὁ πατρο‐ | |
30 | τύπτης χειροκοπείσθω· ἐλλείπει γὰρ πότερον καὶ τὸν δι’ ἄνοιαν, ἢ καὶ τὸν ἐπ’ εὐνοίᾳ καὶ πάντας ἁπαξαπλῶς. ἡ δὲ κατὰ πρόσωπον ἔλλειψις πολυειδής ἐστι· διαφέρει γὰρ δήπου τὰ πρόσωπα καὶ φύσει καὶ ἡλικίᾳ καὶ ταῖς ἐγ‐ γυτέρω συγγενείαις καὶ τύχῃ, οἷον τῷ προδότῃ συναναι‐ | |
35 | ρεῖσθαι τοὺς παῖδας· οὐ γὰρ διώρισεν, εἰ καὶ τὸν θετὸν | |
καὶ τὴν θήλειαν. *** | 130 |